19.89 ὣς φάτο , τοῦ δʹ ἤκουσε περίφρων Πηνελόπεια ,
19.90 ἀμφίπολον δʹ ἐνένιπεν ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζε ·
19.91 πάντως , θαρσαλέη , κύον ἀδεές , οὔ τί με λήθεις
19.92 ἔρδουσα μέγα ἔργον , σῇ κεφαλῇ ἀναμάξεις ·
19.93 πάντα γὰρ εὖ ᾔδησθʹ , ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
19.94 ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
19.95 ἀμφὶ πόσει εἴρεσθαι , ἐπεὶ πυκινῶς ἀκάχημαι .
19.96 ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν ·
19.97 Εὐρυνόμη , φέρε δὴ δίφρον καὶ κῶας ἐπʹ αὐτοῦ ,
19.98 ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʹ ἐπακούσῃ
19.99 ξεῖνος ἐμέθεν · ἐθέλω δέ μιν ἐξερέεσθαι .
19.100 ὣς ἔφαθʹ , δὲ μάλʹ ὀτραλέως κατέθηκε φέρουσα
19.101 δίφρον ἐΰξεστον καὶ ἐπʹ αὐτῷ κῶας ἔβαλλεν ·
19.102 ἔνθα καθέζετʹ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς .
19.103 τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια ·
19.104 ξεῖνε , τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή ·
19.105 τίς πόθεν εἶς ἀνδρῶν ; πόθι τοι πόλις ἠδὲ τοκῆες ;
19.106 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
19.107 γύναι , οὐκ ἄν τίς σε βροτῶν ἐπʹ ἀπείρονα γαῖαν
19.108 νεικέοι · γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει ,
19.109 ὥς τέ τευ βασιλῆος ἀμύμονος , ὅς τε θεουδὴς
19.110 ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
19.111 εὐδικίας ἀνέχῃσι , φέρῃσι δὲ γαῖα μέλαινα
19.112 πυροὺς καὶ κριθάς , βρίθῃσι δὲ δένδρεα καρπῷ ,
19.113 τίκτῃ δʹ ἔμπεδα μῆλα , θάλασσα δὲ παρέχῃ ἰχθῦς
19.114 ἐξ εὐηγεσίης , ἀρετῶσι δὲ λαοὶ ὑπʹ αὐτοῦ .
19.115 τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ ,
19.116 μηδʹ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν ,