16.436 θάρσει · μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων .
16.437 οὐκ ἔσθʹ οὗτος ἀνὴρ οὐδʹ ἔσσεται οὐδὲ γένηται ,
16.438 ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
16.439 ζώοντός γʹ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο .
16.440 ὧδε γὰρ ἐξερέω , καὶ μὴν τετελεσμένον ἔσται ·
16.441 αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
16.442 ἡμετέρῳ , ἐπεὶ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
16.443 πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
16.444 ἐν χείρεσσιν ἔθηκεν , ἐπέσχε τε οἶνον ἐρυθρόν .
16.445 τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
16.446 ἀνδρῶν , οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
16.447 ἔκ γε μνηστήρων · θεόθεν δʹ οὐκ ἔστʹ ἀλέασθαι .
16.448 ὣς φάτο θαρσύνων , τῷ δʹ ἤρτυεν αὐτὸς ὄλεθρον .
16.449 μὲν ἄρʹ εἰσαναβᾶσʹ ὑπερώϊα σιγαλόεντα
16.450 κλαῖεν ἔπειτʹ Ὀδυσῆα , φίλον πόσιν , ὄφρα οἱ ὕπνον
16.451 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη .
16.452 ἑσπέριος δʹ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
16.453 ἤλυθεν · οἱ δʹ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο ,
16.454 σῦν ἱερεύσαντες ἐνιαύσιον . αὐτὰρ Ἀθήνη ,
16.455 ἄγχι παρισταμένη , Λαερτιάδην Ὀδυσῆα
16.456 ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα ,
16.457 λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ , μή συβώτης
16.458 γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
16.459 ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο .
16.460 τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν ·
16.461 ἦλθες , δῖʹ Εὔμαιε . τί δὴ κλέος ἔστʹ ἀνὰ ἄστυ ;
16.462 ῥʹ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
16.463 ἐκ λόχου , ἔτι μʹ αὖτʹ εἰρύαται οἴκαδʹ ἰόντα ;
16.464 τὸν δʹ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα ·
16.465 οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
16.466 ἄστυ καταβλώσκοντα · τάχιστά με θυμὸς ἀνώγει