16.467 ἀγγελίην εἰπόντα πάλιν δεῦρʹ ἀπονέεσθαι .
16.468 ὡμήρησε δέ μοι παρʹ ἑταίρων ἄγγελος ὠκύς ,
16.469 κῆρυξ , ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν .
16.470 ἄλλο δέ τοι τό γε οἶδα · τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν .
16.471 ἤδη ὑπὲρ πόλιος , ὅθι θʹ Ἕρμαιος λόφος ἐστίν ,
16.472 ἦα κιών , ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
16.473 ἐς λιμένʹ ἡμέτερον · πολλοὶ δʹ ἔσαν ἄνδρες ἐν αὐτῇ ,
16.474 βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι ·
16.475 καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι , οὐδέ τι οἶδα .
16.476 ὣς φάτο , μείδησεν δʹ ἱερὴ ἲς Τηλεμάχοιο
16.477 ἐς πατέρʹ ὀφθαλμοῖσιν ἰδών , ἀλέεινε δʹ ὑφορβόν .
16.478 οἱ δʹ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα ,
16.479 δαίνυντʹ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης .
16.480 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
16.481 κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο .