16.406 ὣς ἔφατʹ Ἀμφίνομος , τοῖσιν δʹ ἐπιήνδανε μῦθος .
16.407 αὐτίκʹ ἔπειτʹ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος ,
16.408 ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν .
16.409 δʹ αὖτʹ ἄλλʹ ἐνόησε περίφρων Πηνελόπεια ,
16.410 μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι .
16.411 πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον ·
16.412 κῆρυξ γὰρ οἱ ἔειπε Μέδων , ὃς ἐπεύθετο βουλάς .
16.413 βῆ δʹ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν .
16.414 ἀλλʹ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν ,
16.415 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο ,
16.416 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα ,
16.417 Ἀντίνοον δʹ ἐνένιπεν ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζεν ·
16.418 Ἀντίνοʹ , ὕβριν ἔχων , κακομήχανε , καὶ δέ σέ φασιν
16.419 ἐν δήμῳ Ἰθάκης μεθʹ ὁμήλικας ἔμμεν ἄριστον
16.420 βουλῇ καὶ μύθοισι · σὺ δʹ οὐκ ἄρα τοῖος ἔησθα .
16.421 μάργε , τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
16.422 ῥάπτεις , οὐδʹ ἱκέτας ἐμπάζεαι , οἷσιν ἄρα Ζεὺς
16.423 μάρτυρος ; οὐδʹ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν .
16.424 οὐκ οἶσθʹ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων ,
16.425 δῆμον ὑποδείσας ; δὴ γὰρ κεχολώατο λίην ,
16.426 οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
16.427 ἤκαχε Θεσπρωτούς · οἱ δʹ ἡμῖν ἄρθμιοι ἦσαν ·
16.428 τόν ῥʹ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
16.429 ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν ·
16.430 ἀλλʹ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ .
16.431 τοῦ νῦν οἶκον ἄτιμον ἔδεις , μνάᾳ δὲ γυναῖκα
16.432 παῖδά τʹ ἀποκτείνεις , ἐμὲ δὲ μεγάλως ἀκαχίζεις ·
16.433 ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους .
16.434 τὴν δʹ αὖτʹ Εὐρύμαχος , Πολύβου πάϊς , ἀντίον ηὔδα ·
16.435 κούρη Ἰκαρίοιο , περίφρον Πηνελόπεια ,