16.376 ἀλλʹ ἄγετε , πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
16.377 εἰς ἀγορήν οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω ,
16.378 ἀλλʹ ἀπομηνίσει , ἐρέει δʹ ἐν πᾶσιν ἀναστὰς
16.379 οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʹ ἐκίχημεν ·
16.380 οἱ δʹ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα ·
16.381 μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
16.382 γαίης ἡμετέρης , ἄλλων δʹ ἀφικώμεθα δῆμον ·
16.383 ἀλλὰ φθέωμεν ἑλόντες ἐπʹ ἀγροῦ νόσφι πόληος
16.384 ἐν ὁδῷ · βίοτον δʹ αὐτοὶ καὶ κτήματʹ ἔχωμεν ,
16.385 δασσάμενοι κατὰ μοῖραν ἐφʹ ἡμέας , οἰκία δʹ αὖτε
16.386 κείνου μητέρι δοῖμεν ἔχειν ἠδʹ ὅστις ὀπυίοι .
16.387 εἰ δʹ ὑμῖν ὅδε μῦθος ἀφανδάνει , ἀλλὰ βόλεσθε
16.388 αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα ,
16.389 μή οἱ χρήματʹ ἔπειτα ἅλις θυμηδέʹ ἔδωμεν
16.390 ἐνθάδʹ ἀγειρόμενοι , ἀλλʹ ἐκ μεγάροιο ἕκαστος
16.391 μνάσθω ἐέδνοισιν διζήμενος · δέ κʹ ἔπειτα
16.392 γήμαιθʹ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι .
16.393 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ .
16.394 τοῖσιν δʹ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε ,
16.395 Νίσου φαίδιμος υἱός , Ἀρητιάδαο ἄνακτος ,
16.396 ὅς ῥʹ ἐκ Δουλιχίου πολυπύρου , ποιήεντος ,
16.397 ἡγεῖτο μνηστῆρσι , μάλιστα δὲ Πηνελοπείῃ
16.398 ἥνδανε μύθοισι · φρεσὶ γὰρ κέχρητʹ ἀγαθῇσιν ·
16.399 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν ·
16.400 φίλοι , οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
16.401 Τηλέμαχον · δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
16.402 κτείνειν · ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς .
16.403 εἰ μέν κʹ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες ,
16.404 αὐτός τε κτενέω τούς τʹ ἄλλους πάντας ἀνώξω ·
16.405 εἰ δέ κʹ ἀποτρωπῶσι θεοί , παύσασθαι ἄνωγα .