16.347 Τηλεμάχῳ ὁδὸς ἥδε · φάμεν δέ οἱ οὐ τελέεσθαι .
16.348 ἀλλʹ ἄγε νῆα μέλαιναν ἐρύσσομεν τις ἀρίστη ,
16.349 ἐς δʹ ἐρέτας ἁλιῆας ἀγείρομεν , οἵ κε τάχιστα
16.350 κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι .
16.351 οὔ πω πᾶν εἴρηθʹ , ὅτʹ ἄρʹ Ἀμφίνομος ἴδε νῆα ,
16.352 στρεφθεὶς ἐκ χώρης , λιμένος πολυβενθέος ἐντός ,
16.353 ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας .
16.354 ἡδὺ δʹ ἄρʹ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι ·
16.355 μή τινʹ ἔτʹ ἀγγελίην ὀτρύνομεν · οἵδε γὰρ ἔνδον .
16.356 τίς σφιν τόδʹ ἔειπε θεῶν , εἴσιδον αὐτοὶ
16.357 νῆα παρερχομένην , τὴν δʹ οὐκ ἐδύναντο κιχῆναι .
16.358 ὣς ἔφαθʹ , οἱ δʹ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης ,
16.359 αἶψα δὲ νῆα μέλαιναν ἐπʹ ἠπείροιο ἔρυσσαν ,
16.360 τεύχεα δέ σφʹ ἀπένεικαν ὑπέρθυμοι θεράποντες .
16.361 αὐτοὶ δʹ εἰς ἀγορὴν κίον ἀθρόοι , οὐδέ τινʹ ἄλλον
16.362 εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων .
16.363 τοῖσιν δʹ Ἀντίνοος μετέφη , Εὐπείθεος υἱός ·
16.364 πόποι , ὡς τόνδʹ ἄνδρα θεοὶ κακότητος ἔλυσαν .
16.365 ἤματα μὲν σκοποὶ ἷζον ἐπʹ ἄκριας ἠνεμοέσσας
16.366 αἰὲν ἐπασσύτεροι · ἅμα δʹ ἠελίῳ καταδύντι
16.367 οὔ ποτʹ ἐπʹ ἠπείρου νύκτʹ ἄσαμεν , ἀλλʹ ἐνὶ πόντῳ
16.368 νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν ,
16.369 Τηλέμαχον λοχόωντες , ἵνα φθίσωμεν ἑλόντες
16.370 αὐτόν · τὸν δʹ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων ,
16.371 ἡμεῖς δʹ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
16.372 Τηλεμάχῳ , μηδʹ ἧμας ὑπεκφύγοι · οὐ γὰρ ὀΐω
16.373 τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα .
16.374 αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε ,
16.375 λαοὶ δʹ οὐκέτι πάμπαν ἐφʹ ἡμῖν ἦρα φέρουσιν .