16.317 αἵ τέ σʹ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν ·
16.318 ἀνδρῶν δʹ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
16.319 ἡμέας πειράζειν , ἀλλʹ ὕστερα ταῦτα πένεσθαι ,
16.320 εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο .
16.321 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
16.322 δʹ ἄρʹ ἔπειτʹ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής ,
16.323 φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους .
16.324 οἱ δʹ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο ,
16.325 νῆα μὲν οἵ γε μέλαιναν ἐπʹ ἠπείροιο ἔρυσσαν ,
16.326 τεύχεα δέ σφʹ ἀπένεικαν ὑπέρθυμοι θεράποντες ,
16.327 αὐτίκα δʹ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα .
16.328 αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος ,
16.329 ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ ,
16.330 οὕνεκα Τηλέμαχος μὲν ἐπʹ ἀγροῦ , νῆα δʹ ἀνώγει
16.331 ἄστυδʹ ἀποπλείειν , ἵνα μὴ δείσασʹ ἐνὶ θυμῷ
16.332 ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
16.333 τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
16.334 τῆς αὐτῆς ἕνεκʹ ἀγγελίης , ἐρέοντε γυναικί .
16.335 ἀλλʹ ὅτε δή ῥʹ ἵκοντο δόμον θείου βασιλῆος ,
16.336 κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν ·
16.337 ἤδη τοι , βασίλεια , φίλος πάϊς εἰλήλουθε .
16.338 Πηνελοπείῃ δʹ εἶπε συβώτης ἄγχι παραστὰς
16.339 πάνθʹ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι .
16.340 αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε ,
16.341 βῆ ῥʹ ἴμεναι μεθʹ ὕας , λίπε δʹ ἕρκεά τε μέγαρόν τε .
16.342 μνηστῆρες δʹ ἀκάχοντο κατήφησάν τʹ ἐνὶ θυμῷ ,
16.343 ἐκ δʹ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς ,
16.344 αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο .
16.345 τοῖσιν δʹ Εὐρύμαχος , Πολύβου πάϊς , ἦρχʹ ἀγορεύειν ·
16.346 φίλοι , μέγα ἔργον ὑπερφιάλως τετέλεσται