16.288 ἐκ καπνοῦ κατέθηκʹ , ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
16.289 οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς ,
16.290 ἀλλὰ κατῄκισται , ὅσσον πυρὸς ἵκετʹ ἀϋτμή .
16.291 πρὸς δʹ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων ,
16.292 μή πως οἰνωθέντες , ἔριν στήσαντες ἐν ὑμῖν ,
16.293 ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
16.294 καὶ μνηστύν · αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος .
16.295 νῶϊν δʹ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
16.296 καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι ,
16.297 ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα · τοὺς δέ κʹ ἔπειτα
16.298 Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς .
16.299 ἄλλο δέ τοι ἐρέω , σὺ δʹ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
16.300 εἰ ἐτεόν γʹ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο ,
16.301 μή τις ἔπειτʹ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος ,
16.302 μήτʹ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
16.303 μήτε τις οἰκήων μήτʹ αὐτὴ Πηνελόπεια ,
16.304 ἀλλʹ οἶοι σύ τʹ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν ·
16.305 καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν ,
16.306 ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ ,
16.307 ἠδʹ ὅτις οὐκ ἀλέγει , σὲ δʹ ἀτιμᾷ τοῖον ἐόντα .
16.308 τὸν δʹ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
16.309 πάτερ , τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʹ , ὀΐω ,
16.310 γνώσεαι · οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʹ ἔχουσιν ·
16.311 ἀλλʹ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
16.312 ἡμῖν ἀμφοτέροισι · σὲ δὲ φράζεσθαι ἄνωγα .
16.313 δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων ,
16.314 ἔργα μετερχόμενος · τοὶ δʹ ἐν μεγάροισιν ἕκηλοι
16.315 χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʹ ἔπι φειδώ .
16.316 ἀλλʹ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα ,