16.173 φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
16.174 θῆκʹ ἀμφὶ στήθεσσι , δέμας δʹ ὤφελλε καὶ ἥβην .
16.175 ἂψ δὲ μελαγχροιὴς γένετο , γναθμοὶ δὲ τάνυσθεν ,
16.176 κυάνεαι δʹ ἐγένοντο γενειάδες ἀμφὶ γένειον .
16.177 μὲν ἄρʹ ὣς ἔρξασα πάλιν κίεν · αὐτὰρ Ὀδυσσεὺς
16.178 ἤϊεν ἐς κλισίην · θάμβησε δέ μιν φίλος υἱός ,
16.179 ταρβήσας δʹ ἑτέρωσε βάλʹ ὄμματα , μὴ θεὸς εἴη ,
16.180 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
16.181 ἀλλοῖός μοι , ξεῖνε , φάνης νέον ἠὲ πάροιθεν ,
16.182 ἄλλα δὲ εἵματʹ ἔχεις , καί τοι χρὼς οὐκέθʹ ὁμοῖος .
16.183 μάλα τις θεός ἐσσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν ·
16.184 ἀλλʹ ἵληθʹ , ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
16.185 ἠδὲ χρύσεα δῶρα , τετυγμένα · φείδεο δʹ ἡμέων
16.186 τὸν δʹ ἠμείβετʹ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς ·
16.187 οὔ τίς τοι θεός εἰμι · τί μʹ ἀθανάτοισιν ἐΐσκεις ;
16.188 ἀλλὰ πατὴρ τεός εἰμι , τοῦ εἵνεκα σὺ στεναχίζων
16.189 πάσχεις ἄλγεα πολλά , βίας ὑποδέγμενος ἀνδρῶν .
16.190 ὣς ἄρα φωνήσας υἱὸν κύσε , κὰδ δὲ παρειῶν
16.191 δάκρυον ἧκε χαμᾶζε · πάρος δʹ ἔχε νωλεμὲς αἰεί .
16.192 Τηλέμαχος δʹ , οὐ γάρ πω ἐπείθετο ὃν πατέρʹ εἶναι ,
16.193 ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν ·
16.194 οὐ σύ γʹ Ὀδυσσεύς ἐσσι , πατὴρ ἐμός , ἀλλά με δαίμων
16.195 θέλγει , ὄφρʹ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω .
16.196 οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
16.197 αὐτοῦ γε νόῳ , ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
16.198 ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα .
16.199 γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο ·