16.144 οὐδʹ ἐπὶ ἔργα ἰδεῖν , ἀλλὰ στοναχῇ τε γόῳ τε
16.145 ἧσται ὀδυρόμενος , φθινύθει δʹ ἀμφʹ ὀστεόφι χρώς .
16.146 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
16.147 ἄλγιον , ἀλλʹ ἔμπης μιν ἐάσομεν , ἀχνύμενοί περ ·
16.148 εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι ,
16.149 πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ .
16.150 ἀλλὰ σύ γʹ ἀγγείλας ὀπίσω κίε , μηδὲ κατʹ ἀγροὺς
16.151 πλάζεσθαι μετʹ ἐκεῖνον · ἀτὰρ πρὸς μητέρα εἰπεῖν
16.152 ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
16.153 κρύβδην · κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι .
16.154 ῥα καὶ ὦρσε συφορβόν · δʹ εἵλετο χερσὶ πέδιλα ,
16.155 δησάμενος δʹ ὑπὸ ποσσὶ πόλινδʹ ἴεν . οὐδʹ ἄρʹ Ἀθήνην
16.156 λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός ,
16.157 ἀλλʹ γε σχεδὸν ἦλθε · δέμας δʹ ἤϊκτο γυναικὶ
16.158 καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ .
16.159 στῆ δὲ κατʹ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα ·
16.160 οὐδʹ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʹ ἐνόησεν ,
16.161 οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς ,
16.162 ἀλλʹ Ὀδυσεύς τε κύνες τε ἴδον , καί ῥʹ οὐχ ὑλάοντο
16.163 κνυζηθμῷ δʹ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν .
16.164 δʹ ἄρʹ ἐπʹ ὀφρύσι νεῦσε · νόησε δὲ δῖος Ὀδυσσεύς ,
16.165 ἐκ δʹ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς ,
16.166 στῆ δὲ πάροιθʹ αὐτῆς · τὸν δὲ προσέειπεν Ἀθήνη ·
16.167 διογενὲς Λαερτιάδη , πολυμήχανʹ Ὀδυσσεῦ .
16.168 ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʹ ἐπίκευθε ,
16.169 ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʹ ἀραρόντε
16.170 ἔρχησθον προτὶ ἄστυ περικλυτόν · οὐδʹ ἐγὼ αὐτὴ
16.171 δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι .
16.172 καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʹ Ἀθήνη .