16.115 οὔτε κασιγνήτοις ἐπιμέμφομαι , οἷσί περ ἀνὴρ
16.116 μαρναμένοισι πέποιθε , καὶ εἰ μέγα νεῖκος ὄρηται .
16.117 ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων ·
16.118 μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε ,
16.119 μοῦνον δʹ αὖτʹ Ὀδυσῆα πατὴρ τέκεν · αὐτὰρ Ὀδυσσεὺς
16.120 μοῦνον ἔμʹ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʹ ἀπόνητο .
16.121 τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʹ ἐνὶ οἴκῳ .
16.122 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι ,
16.123 Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ ,
16.124 ἠδʹ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι ,
16.125 τόσσοι μητέρʹ ἐμὴν μνῶνται , τρύχουσι δὲ οἶκον .
16.126 δʹ οὔτʹ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
16.127 ποιῆσαι δύναται · τοὶ δὲ φθινύθουσιν ἔδοντες
16.128 οἶκον ἐμόν · τάχα δή με διαρραίσουσι καὶ αὐτόν .
16.129 ἀλλʹ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται ·
16.130 ἄττα , σὺ δʹ ἔρχεο θᾶσσον , ἐχέφρονι Πηνελοπείῃ
16.131 εἴφʹ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα .
16.132 αὐτὰρ ἐγὼν αὐτοῦ μενέω , σὺ δὲ δεῦρο νέεσθαι ,
16.133 οἴῃ ἀπαγγείλας · τῶν δʹ ἄλλων μή τις Ἀχαιῶν
16.134 πευθέσθω · πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται .
16.135 τὸν δʹ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα ·
16.136 γιγνώσκω , φρονέω · τά γε δὴ νοέοντι κελεύεις .
16.137 ἀλλʹ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ,
16.138 καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
16.139 δυσμόρῳ , ὃς τῆος μὲν Ὀδυσσῆος μέγʹ ἀχεύων
16.140 ἔργα τʹ ἐποπτεύεσκε μετὰ δμώων τʹ ἐνὶ οἴκῳ
16.141 πῖνε καὶ ἦσθʹ , ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι ·
16.142 αὐτὰρ νῦν , ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε ,
16.143 οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως ,