16.84 ἔδμεναι , ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους .
16.85 κεῖσε δʹ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
16.86 ἔρχεσθαι · λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι ·
16.87 μή μιν κερτομέωσιν , ἐμοὶ δʹ ἄχος ἔσσεται αἰνόν .
16.88 πρῆξαι δʹ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
16.89 ἄνδρα καὶ ἴφθιμον , ἐπεὶ πολὺ φέρτεροί εἰσι .
16.90 τὸν δʹ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·
16.91 φίλʹ , ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν ,
16.92 μάλα μευ καταδάπτετʹ ἀκούοντος φίλον ἦτορ ,
16.93 οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
16.94 ἐν μεγάροις , ἀέκητι σέθεν τοιούτου ἐόντος .
16.95 εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι , σέ γε λαοὶ
16.96 ἐχθαίρουσʹ ἀνὰ δῆμον , ἐπισπόμενοι θεοῦ ὀμφῇ ,
16.97 τι κασιγνήτοις ἐπιμέμφεαι , οἷσί περ ἀνὴρ
16.98 μαρναμένοισι πέποιθε , καὶ εἰ μέγα νεῖκος ὄρηται .
16.99 αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʹ ἐπὶ θυμῷ ,
16.100 παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός ·
16.102 αὐτίκʹ ἔπειτʹ ἀπʹ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς ,
16.103 εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην ,
16.104 ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος .
16.105 εἰ δʹ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα ,
16.106 βουλοίμην κʹ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
16.107 τεθνάμεν τάδε γʹ αἰὲν ἀεικέα ἔργʹ ὁράασθαι ,
16.108 ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
16.109 ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά ,
16.110 καὶ οἶνον διαφυσσόμενον , καὶ σῖτον ἔδοντας
16.111 μὰψ αὔτως , ἀτέλεστον , ἀνηνύστῳ ἐπὶ ἔργῳ .
16.112 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
16.113 τοιγὰρ ἐγώ τοι , ξεῖνε , μάλʹ ἀτρεκέως ἀγορεύσω .
16.114 οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει ,