15.441 ὑμετέρων ἑτάρων , ξυμβλήμενος ἐν ἀγυιῇ ,
15.442 που ἐπὶ κρήνῃ · μή τις ποτὶ δῶμα γέροντι
15.443 ἐλθὼν ἐξείπῃ , δʹ ὀϊσάμενος καταδήσῃ
15.444 δεσμῷ ἐν ἀργαλέῳ , ὑμῖν δʹ ἐπιφράσσετʹ ὄλεθρον .
15.445 ἀλλʹ ἔχετʹ ἐν φρεσὶ μῦθον , ἐπείγετε δʹ ὦνον ὁδαίων .
15.446 ἀλλʹ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται ,
15.447 ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʹ ἱκέσθω ·
15.448 οἴσω γὰρ καὶ χρυσόν , ὅτις χʹ ὑποχείριος ἔλθῃ ·
15.449 καὶ δέ κεν ἄλλʹ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην .
15.450 παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω ,
15.451 κερδαλέον δὴ τοῖον , ἅμα τροχόωντα θύραζε ·
15.452 τόν κεν ἄγοιμʹ ἐπὶ νηός , δʹ ὑμῖν μυρίον ὦνον
15.453 ἄλφοι , ὅπῃ περάσητε κατʹ ἀλλοθρόους ἀνθρώπους .
15.454 μὲν ἄρʹ ὣς εἰποῦσʹ ἀπέβη πρὸς δώματα καλά ,
15.455 οἱ δʹ ἐνιαυτὸν ἅπαντα παρʹ ἡμῖν αὖθι μένοντες
15.456 ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο .
15.457 ἀλλʹ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι ,
15.458 καὶ τότʹ ἄρʹ ἄγγελον ἧκαν , ὃς ἀγγείλειε γυναικί .
15.459 ἤλυθʹ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς
15.460 χρύσεον ὅρμον ἔχων , μετὰ δʹ ἠλέκτροισιν ἔερτο .
15.461 τὸν μὲν ἄρʹ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ
15.462 χερσίν τʹ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο ,
15.463 ὦνον ὑπισχόμεναι · δὲ τῇ κατένευσε σιωπῇ .
15.464 τοι καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει ,
15.465 δʹ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε .
15.466 εὗρε δʹ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας
15.467 ἀνδρῶν δαιτυμόνων , οἵ μευ πατέρʹ ἀμφεπένοντο .
15.468 οἱ μὲν ἄρʹ ἐς θῶκον πρόμολον , δήμοιό τε φῆμιν ,