15.469 δʹ αἶψα τρίʹ ἄλεισα κατακρύψασʹ ὑπὸ κόλπῳ
15.470 ἔκφερεν · αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι .
15.471 δύσετό τʹ ἠέλιος , σκιόωντό τε πᾶσαι ἀγυιαί ·
15.472 ἡμεῖς δʹ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες ,
15.473 ἔνθʹ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς .
15.474 οἱ μὲν ἔπειτʹ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα ,
15.475 νὼ ἀναβησάμενοι · ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν .
15.476 ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ ·
15.477 ἀλλʹ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων ,
15.478 τὴν μὲν ἔπειτα γυναῖκα βάλʹ Ἄρτεμις ἰοχέαιρα ,
15.479 ἄντλῳ δʹ ἐνδούπησε πεσοῦσʹ ὡς εἰναλίη κήξ .
15.480 καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι
15.481 ἔκβαλον · αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ ·
15.482 τοὺς δʹ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ ,
15.483 ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν .
15.484 οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι .
15.485 τὸν δʹ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ ·
15.486 Εὔμαιʹ , μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας
15.487 ταῦτα ἕκαστα λέγων , ὅσα δὴ πάθες ἄλγεα θυμῷ .
15.488 ἀλλʹ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
15.489 Ζεύς , ἐπεὶ ἀνδρὸς δώματʹ ἀφίκεο πολλὰ μογήσας
15.490 ἠπίου , ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
15.491 ἐνδυκέως , ζώεις δʹ ἀγαθὸν βίον · αὐτὰρ ἐγώ γε
15.492 πολλὰ βροτῶν ἐπὶ ἄστεʹ ἀλώμενος ἐνθάδʹ ἱκάνω .
15.493 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
15.494 καδδραθέτην δʹ οὐ πολλὸν ἐπὶ χρόνον , ἀλλὰ μίνυνθα ·
15.495 αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος . οἱ δʹ ἐπὶ χέρσου
15.496 Τηλεμάχου ἕταροι λύον ἱστία , κὰδ δʹ ἕλον ἱστὸν