14.381 ἦλθεν ἐμὰ πρὸς δώματʹ · ἐγὼ δέ μιν ἀμφαγάπαζον .
14.382 φῆ δέ μιν ἐν Κρήτεσσι παρʹ Ἰδομενῆϊ ἰδέσθαι
14.383 νῆας ἀκειόμενον , τάς οἱ ξυνέαξαν ἄελλαι ·
14.384 καὶ φάτʹ ἐλεύσεσθαι ἐς θέρος ἐς ὀπώρην ,
14.385 πολλὰ χρήματʹ ἄγοντα , σὺν ἀντιθέοις ἑτάροισι .
14.386 καὶ σύ , γέρον πολυπενθές , ἐπεί σέ μοι ἤγαγε δαίμων ,
14.387 μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε ·
14.388 οὐ γὰρ τοὔνεκʹ ἐγώ σʹ αἰδέσσομαι οὐδὲ φιλήσω ,
14.389 ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʹ ἐλεαίρων .
14.390 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
14.391 μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος ,
14.392 οἷόν σʹ οὐδʹ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω .
14.393 ἀλλʹ ἄγε νῦν ῥήτρην ποιησόμεθʹ · αὐτὰρ ὄπισθε
14.394 μάρτυροι ἀμφοτέροισι θεοί , τοὶ Ὄλυμπον ἔχουσιν .
14.395 εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα ,
14.396 ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
14.397 Δουλίχιόνδʹ ἰέναι , ὅθι μοι φίλον ἔπλετο θυμῷ ·
14.398 εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω ,
14.399 δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης ,
14.400 ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν .
14.401 τὸν δʹ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός ·
14.402 ξεῖνʹ , οὕτω γάρ κέν μοι ἐϋκλείη τʹ ἀρετή τε
14.403 εἴη ἐπʹ ἀνθρώπους ἅμα τʹ αὐτίκα καὶ μετέπειτα ,
14.404 ὅς σʹ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα ,
14.405 αὖτις δὲ κτείναιμι φίλον τʹ ἀπὸ θυμὸν ἑλοίμην ·
14.406 πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην .
14.407 νῦν δʹ ὥρη δόρποιο · τάχιστά μοι ἔνδον ἑταῖροι
14.408 εἶεν , ἵνʹ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον .