14.353 ἔνθʹ ἀναβάς , ὅθι τε δρίος ἦν πολυανθέος ὕλης ,
14.354 κείμην πεπτηώς . οἱ δὲ μεγάλα στενάχοντες
14.355 φοίτων · ἀλλʹ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
14.356 μαίεσθαι προτέρω , τοὶ μὲν πάλιν αὖτις ἔβαινον
14.357 νηὸς ἔπι γλαφυρῆς · ἐμὲ δʹ ἔκρυψαν θεοὶ αὐτοὶ
14.358 ῥηϊδίως , καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
14.359 ἀνδρὸς ἐπισταμένου · ἔτι γάρ νύ μοι αἶσα βιῶναι .
14.360 τὸν δʹ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα ·
14.361 δειλὲ ξείνων , μοι μάλα θυμὸν ὄρινας
14.362 ταῦτα ἕκαστα λέγων , ὅσα δὴ πάθες ἠδʹ ὅσʹ ἀλήθης .
14.363 ἀλλὰ τά γʹ οὐ κατὰ κόσμον ὀΐομαι , οὐδέ με πείσεις
14.364 εἰπὼν ἀμφʹ Ὀδυσῆϊ · τί σε χρὴ τοῖον ἐόντα
14.365 μαψιδίως ψεύδεσθαι ; ἐγὼ δʹ εὖ οἶδα καὶ αὐτὸς
14.366 νόστον ἐμοῖο ἄνακτος , τʹ ἤχθετο πᾶσι θεοῖσι
14.367 πάγχυ μάλʹ , ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
14.368 ἠὲ φίλων ἐν χερσίν , ἐπεὶ πόλεμον τολύπευσε .
14.369 τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί ,
14.370 ἠδέ κε καὶ παιδὶ μέγα κλέος ἤρατʹ ὀπίσσω
14.371 νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο .
14.372 αὐτὰρ ἐγὼ παρʹ ὕεσσιν ἀπότροπος · οὐδὲ πόλινδε
14.373 ἔρχομαι , εἰ μή πού τι περίφρων Πηνελόπεια
14.374 ἐλθέμεν ὀτρύνῃσιν , ὅτʹ ἀγγελίη ποθὲν ἔλθῃ .
14.375 ἀλλʹ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν ,
14.376 ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος ,
14.377 ἠδʹ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες ·
14.378 ἀλλʹ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι ,
14.379 ἐξ οὗ δή μʹ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ ,
14.380 ὅς ῥʹ ἄνδρα κτείνας , πολλὴν ἐπὶ γαῖαν ἀληθείς ,