14.409 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
14.410 ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί .
14.411 τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι ,
14.412 κλαγγὴ δʹ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
14.413 αὐτὰρ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός ·
14.414 ἄξεθʹ ὑῶν τὸν ἄριστον , ἵνα ξείνῳ ἱερεύσω
14.415 τηλεδαπῷ · πρὸς δʹ αὐτοὶ ὀνησόμεθʹ , οἵ περ ὀϊζὺν
14.416 δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʹ ἀργιοδόντων ·
14.417 ἄλλοι δʹ ἡμέτερον κάματον νήποινον ἔδουσιν .
14.418 ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ ,
14.419 οἱ δʹ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον .
14.420 τὸν μὲν ἔπειτʹ ἔστησαν ἐπʹ ἐσχάρῃ · οὐδὲ συβώτης
14.421 λήθετʹ ἄρʹ ἀθανάτων · φρεσὶ γὰρ κέχρητʹ ἀγαθῇσιν ·
14.422 ἀλλʹ ὅγʹ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
14.423 ἀργιόδοντος ὑός , καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
14.424 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε .
14.425 κόψε δʹ ἀνασχόμενος σχίζῃ δρυός , ἣν λίπε κείων ·
14.426 τὸν δʹ ἔλιπε ψυχή . τοὶ δʹ ἔσφαξάν τε καὶ εὗσαν ·
14.427 αἶψα δέ μιν διέχευαν · δʹ ὠμοθετεῖτο συβώτης ,
14.428 πάντων ἀρχόμενος μελέων , ἐς πίονα δημόν ,
14.429 καὶ τὰ μὲν ἐν πυρὶ βάλλε , παλύνας ἀλφίτου ἀκτῇ ,
14.430 μίστυλλόν τʹ ἄρα τἆλλα καὶ ἀμφʹ ὀβελοῖσιν ἔπειραν ,
14.431 ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα ,
14.432 βάλλον δʹ εἰν ἐλεοῖσιν ἀολλέα · ἂν δὲ συβώτης
14.433 ἵστατο δαιτρεύσων · περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη .
14.434 καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων ·
14.435 τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ , Μαιάδος υἱεῖ ,
14.436 θῆκεν ἐπευξάμενος , τὰς δʹ ἄλλας νεῖμεν ἑκάστῳ ·
14.437 νώτοισιν δʹ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν