14.322 ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʹ ἐς πατρίδα γαῖαν ,
14.323 καί μοι κτήματʹ ἔδειξεν ὅσα ξυναγείρατʹ Ὀδυσσεύς ,
14.324 χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον .
14.325 καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʹ ἔτι βόσκοι ·
14.326 τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος .
14.327 τὸν δʹ ἐς Δωδώνην φάτο βήμεναι , ὄφρα θεοῖο
14.328 ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι ,
14.329 ὅππως νοστήσειʹ Ἰθάκης ἐς πίονα δῆμον
14.330 ἤδη δὴν ἀπεών , ἀμφαδὸν ἦε κρυφηδόν .
14.331 ὤμοσε δὲ πρὸς ἔμʹ αὐτόν , ἀποσπένδων ἐνὶ οἴκῳ ,
14.332 νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους ,
14.333 οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν .
14.334 ἀλλʹ ἐμὲ πρὶν ἀπέπεμψε · τύχησε γὰρ ἐρχομένη νηῦς
14.335 ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον .
14.336 ἔνθʹ γέ μʹ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
14.337 ἐνδυκέως · τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
14.338 ἀμφʹ ἐμοί , ὄφρʹ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην .
14.339 ἀλλʹ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς ,
14.340 αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο .
14.341 ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʹ ἔδυσαν ,
14.342 ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα ,
14.343 ῥωγαλέα , τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι ·
14.344 ἑσπέριοι δʹ Ἰθάκης εὐδειέλου ἔργʹ ἀφίκοντο .
14.345 ἔνθʹ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
14.346 ὅπλῳ ἐϋστρεφέϊ στερεῶς , αὐτοὶ δʹ ἀποβάντες
14.347 ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο .
14.348 αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
14.349 ῥηϊδίως · κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας ,
14.350 ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
14.351 στῆθος , ἔπειτα δὲ χερσὶ διήρεσσʹ ἀμφοτέρῃσι
14.352 νηχόμενος , μάλα δʹ ὦκα θύρηθʹ ἔα ἀμφὶς ἐκείνων .