14.292 ἔνθα παρʹ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν .
14.293 ἀλλʹ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
14.294 ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι ,
14.295 ἐς Λιβύην μʹ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
14.296 ψεύδεα βουλεύσας , ἵνα οἱ σὺν φόρτον ἄγοιμι ,
14.297 κεῖθι δέ μʹ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο .
14.298 τῷ ἑπόμην ἐπὶ νηός , ὀϊόμενός περ , ἀνάγκῃ .
14.299 δʹ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ,
14.300 μέσσον ὑπὲρ Κρήτης · Ζεὺς δέ σφισι μήδετʹ ὄλεθρον .
14.301 ἀλλʹ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν , οὐδέ τις ἄλλη
14.302 φαίνετο γαιάων , ἀλλʹ οὐρανὸς ἠδὲ θάλασσα ,
14.303 δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
14.304 νηὸς ὕπερ γλαφυρῆς , ἤχλυσε δὲ πόντος ὑπʹ αὐτῆς .
14.305 Ζεὺς δʹ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν ·
14.306 δʹ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ ,
14.307 ἐν δὲ θεείου πλῆτο · πέσον δʹ ἐκ νηὸς ἅπαντες .
14.308 οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
14.309 κύμασιν ἐμφορέοντο · θεὸς δʹ ἀποαίνυτο νόστον .
14.310 αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός , ἔχοντί περ ἄλγεα θυμῷ ,
14.311 ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
14.312 ἐν χείρεσσιν ἔθηκεν , ὅπως ἔτι πῆμα φύγοιμι .
14.313 τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν .
14.314 ἐννῆμαρ φερόμην , δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
14.315 γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον .
14.316 ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
14.317 ἥρως ἀπριάτην · τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
14.318 αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον ,
14.319 χειρὸς ἀναστήσας , ὄφρʹ ἵκετο δώματα πατρός ·
14.320 ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν .
14.321 ἔνθʹ Ὀδυσῆος ἐγὼ πυθόμην · κεῖνος γὰρ ἔφασκε