14.264 πόρθεον , ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα ,
14.265 αὐτούς τʹ ἔκτεινον · τάχα δʹ ἐς πόλιν ἵκετʹ ἀϋτή .
14.266 οἱ δὲ βοῆς ἀΐοντες ἅμʹ ἠοῖ φαινομένηφιν
14.267 ἦλθον · πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
14.268 χαλκοῦ τε στεροπῆς · ἐν δὲ Ζεὺς τερπικέραυνος
14.269 φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν , οὐδέ τις ἔτλη
14.270 μεῖναι ἐναντίβιον · περὶ γὰρ κακὰ πάντοθεν ἔστη .
14.271 ἔνθʹ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ ,
14.272 τοὺς δʹ ἄναγον ζωούς , σφίσιν ἐργάζεσθαι ἀνάγκῃ .
14.273 αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
14.274 ποίησʹ ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
14.275 αὐτοῦ ἐν Αἰγύπτῳ · ἔτι γάρ νύ με πῆμʹ ὑπέδεκτο
14.276 αὐτίκʹ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
14.277 καὶ σάκος ὤμοιϊν , δόρυ δʹ ἔκβαλον ἔκτοσε χειρός ·
14.278 αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
14.279 καὶ κύσα γούναθʹ ἑλών · ὁδʹ ἐρύσατο καί μʹ ἐλέησεν ,
14.280 ἐς δίφρον δέ μʹ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα .
14.281 μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν ,
14.282 ἱέμενοι κτεῖναι δὴ γὰρ κεχολώατο λίην
14.283 ἀλλʹ ἀπὸ κεῖνος ἔρυκε , Διὸς δʹ ὠπίζετο μῆνιν
14.284 ξεινίου , ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα .
14.285 ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι , πολλὰ δʹ ἄγειρα
14.286 χρήματʹ ἀνʹ Αἰγυπτίους ἄνδρας · δίδοσαν γὰρ ἅπαντες .
14.287 ἀλλʹ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν ,
14.288 δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς ,
14.289 τρώκτης , ὃς δὴ πολλὰ κάκʹ ἀνθρώποισιν ἐώργει ·
14.290 ὅς μʹ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν , ὄφρʹ ἱκόμεσθα
14.291 Φοινίκην , ὅθι τοῦ γε δόμοι καὶ κτήματʹ ἔκειτο .