14.232 τῶν ἐξαιρεύμην μενοεικέα , πολλὰ δʹ ὀπίσσω
14.233 λάγχανον · αἶψα δὲ οἶκος ὀφέλλετο , καί ῥα ἔπειτα
14.234 δεινός τʹ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην .
14.235 ἀλλʹ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
14.236 ἐφράσαθʹ , πολλῶν ἀνδρῶν ὑπὸ γούνατʹ ἔλυσε ,
14.237 δὴ τότʹ ἔμʹ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
14.238 νήεσσʹ ἡγήσασθαι ἐς Ἴλιον · οὐδέ τι μῆχος
14.239 ἦεν ἀνήνασθαι , χαλεπὴ δʹ ἔχε δήμου φῆμις .
14.240 ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν ,
14.241 τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
14.242 οἴκαδε σὺν νήεσσι , θεὸς δʹ ἐκέδασσεν Ἀχαιούς .
14.243 αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς ·
14.244 μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
14.245 κουριδίῃ τʹ ἀλόχῳ καὶ κτήμασιν · αὐτὰρ ἔπειτα
14.246 Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι ,
14.247 νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν .
14.248 ἐννέα νῆας στεῖλα , θοῶς δʹ ἐσαγείρατο λαός .
14.249 ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
14.250 δαίνυντʹ · αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
14.251 θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι .
14.252 ἑβδομάτῃ δʹ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
14.253 ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
14.254 ῥηϊδίως , ὡς εἴ τε κατὰ ῥόον · οὐδέ τις οὖν μοι
14.255 νηῶν πημάνθη , ἀλλʹ ἀσκηθέες καὶ ἄνουσοι
14.256 ἥμεθα , τὰς δʹ ἄνεμός τε κυβερνῆταί τʹ ἴθυνον .
14.257 πεμπταῖοι δʹ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα ,
14.258 στῆσα δʹ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας .
14.259 ἔνθʹ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
14.260 αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι ,
14.261 ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι ·
14.262 οἱ δʹ ὕβρει εἴξαντες , ἐπισπόμενοι μένεϊ σφῷ ,
14.263 αἶψα μάλʹ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς