14.116 ὧδε μάλʹ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις ;
14.117 φῆς δʹ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς .
14.118 εἰπέ μοι , αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα .
14.119 Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ,
14.120 εἴ κέ μιν ἀγγείλαιμι ἰδών · ἐπὶ πολλὰ δʹ ἀλήθην .
14.121 τὸν δʹ ἠμείβετʹ ἔπειτα συβώτης , ὄρχαμος ἀνδρῶν ·
14.122 γέρον , οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
14.123 ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν ,
14.124 ἀλλʹ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
14.125 ψεύδοντʹ , οὐδʹ ἐθέλουσιν ἀληθέα μυθήσασθαι .
14.126 ὃς δέ κʹ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται ,
14.127 ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει ·
14.128 δʹ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ ,
14.129 καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει ,
14.130 θέμις ἐστὶ γυναικός , ἐπὴν πόσις ἄλλοθʹ ὄληται .
14.131 αἶψά κε καὶ σύ , γεραιέ , ἔπος παρατεκτήναιο .
14.132 εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη .
14.133 τοῦ δʹ ἤδη μέλλουσι κύνες ταχέες τʹ οἰωνοὶ
14.134 ῥινὸν ἀπʹ ὀστεόφιν ἐρύσαι , ψυχὴ δὲ λέλοιπεν ·
14.135 τόν γʹ ἐν πόντῳ φάγον ἰχθύες , ὀστέα δʹ αὐτοῦ
14.136 κεῖται ἐπʹ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ .
14.137 ὣς μὲν ἔνθʹ ἀπόλωλε , φίλοισι δὲ κήδεʹ ὀπίσσω
14.138 πᾶσιν , ἐμοὶ δὲ μάλιστα , τετεύχαται · οὐ γὰρ ἔτʹ ἄλλον
14.139 ἤπιον ὧδε ἄνακτα κιχήσομαι , ὁππόσʹ ἐπέλθω ,
14.140 οὐδʹ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
14.141 οἶκον , ὅθι πρῶτον γενόμην καί μʹ ἔτρεφον αὐτοί .
14.142 οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι , ἱέμενός περ
14.143 ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ ·