14.88 καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει .
14.89 οἵδε δὲ καί τι ἴσασι , θεοῦ δέ τινʹ ἔκλυον αὐδήν ,
14.90 κείνου λυγρὸν ὄλεθρον , ὅτʹ οὐκ ἐθέλουσι δικαίως
14.91 μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʹ , ἀλλὰ ἕκηλοι
14.92 κτήματα δαρδάπτουσιν ὑπέρβιον , οὐδʹ ἔπι φειδώ .
14.93 ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν ,
14.94 οὔ ποθʹ ἓν ἱρεύουσʹ ἱερήϊον , οὐδὲ δύʹ οἴω ·
14.95 οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες .
14.96 γάρ οἱ ζωή γʹ ἦν ἄσπετος · οὔ τινι τόσση
14.97 ἀνδρῶν ἡρώων , οὔτʹ ἠπείροιο μελαίνης
14.98 οὔτʹ αὐτῆς Ἰθάκης · οὐδὲ ξυνεείκοσι φωτῶν
14.99 ἔστʹ ἄφενος τοσσοῦτον · ἐγὼ δέ κέ τοι καταλέξω .
14.100 δώδεκʹ ἐν ἠπείρῳ ἀγέλαι · τόσα πώεα οἰῶν ,
14.101 τόσσα συῶν συβόσια , τόσʹ αἰπόλια πλατέʹ αἰγῶν
14.102 βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες .
14.103 ἐνθάδε δʹ αἰπόλια πλατέʹ αἰγῶν ἕνδεκα πάντα
14.104 ἐσχατιῇ βόσκοντʹ , ἐπὶ δʹ ἀνέρες ἐσθλοὶ ὄρονται .
14.105 τῶν αἰεί σφιν ἕκαστος ἐπʹ ἤματι μῆλον ἀγινεῖ ,
14.106 ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος .
14.107 αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε ,
14.108 καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω .
14.109 ὣς φάθʹ , δʹ ἐνδυκέως κρέα τʹ ἤσθιε πῖνέ τε οἶνον
14.110 ἁρπαλέως ἀκέων , κακὰ δὲ μνηστῆρσι φύτευεν .
14.111 αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ ,
14.112 καί οἱ πλησάμενος δῶκε σκύφον , περ ἔπινεν ,
14.113 οἴνου ἐνίπλειον · δʹ ἐδέξατο , χαῖρε δὲ θυμῷ ,
14.114 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
14.115 φίλε , τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν ,