14.61 οἱ νέοι . γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν ,
14.62 ὅς κεν ἔμʹ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν ,
14.64 οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα ,
14.63 οἷά τε οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν ,
14.65 ὅς οἱ πολλὰ κάμῃσι , θεὸς δʹ ἐπὶ ἔργον ἀέξῃ ,
14.66 ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται , ἐπιμίμνω .
14.67 τῷ κέ με πόλλʹ ὤνησεν ἄναξ , εἰ αὐτόθʹ ἐγήρα ·
14.68 ἀλλʹ ὄλεθʹ ὡς ὤφελλʹ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
14.69 πρόχνυ , ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʹ ἔλυσε ·
14.70 καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
14.71 Ἴλιον εἰς εὔπωλον , ἵνα Τρώεσσι μάχοιτο .
14.72 ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα ,
14.73 βῆ δʹ ἴμεν ἐς συφεούς , ὅθι ἔθνεα ἔρχατο χοίρων .
14.74 ἔνθεν ἑλὼν δύʹ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν ,
14.75 εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʹ ὀβελοῖσιν ἔπειρεν .
14.76 ὀπτήσας δʹ ἄρα πάντα φέρων παρέθηκʹ Ὀδυσῆϊ
14.77 θέρμʹ αὐτοῖς ὀβελοῖσιν · δʹ ἄλφιτα λευκὰ πάλυνεν ·
14.78 ἐν δʹ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον ,
14.79 αὐτὸς δʹ ἀντίον ἷζεν , ἐποτρύνων δὲ προσηύδα ·
14.80 ἔσθιε νῦν , ξεῖνε , τά τε δμώεσσι πάρεστι ,
14.81 χοίρεʹ · ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν ,
14.82 οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʹ ἐλεητύν .
14.83 οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν ,
14.84 ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʹ ἀνθρώπων .
14.85 καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι , οἵ τʹ ἐπὶ γαίης
14.86 ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ ,
14.87 πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι ,