14.33 ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
14.34 ἔσσυτʹ ἀνὰ πρόθυρον , σκῦτος δέ οἱ ἔκπεσε χειρός .
14.35 τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
14.36 πυκνῇσιν λιθάδεσσιν · δὲ προσέειπεν ἄνακτα ·
14.37 γέρον , ὀλίγου σε κύνες διεδηλήσαντο
14.38 ἐξαπίνης , καί κέν μοι ἐλεγχείην κατέχευας .
14.39 καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε ·
14.40 ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
14.41 ἧμαι , ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
14.42 ἔδμεναι · αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
14.43 πλάζετʹ ἐπʹ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε ,
14.44 εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο .
14.45 ἀλλʹ ἕπεο , κλισίηνδʹ ἴομεν , γέρον , ὄφρα καὶ αὐτός ,
14.46 σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν ,
14.47 εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʹ ἀνέτλης .
14.48 ὣς εἰπὼν κλισίηνδʹ ἡγήσατο δῖος ὑφορβός ,
14.49 εἷσεν δʹ εἰσαγαγών , ῥῶπας δʹ ὑπέχευε δασείας ,
14.50 ἐστόρεσεν δʹ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός ,
14.51 αὐτοῦ ἐνεύναιον , μέγα καὶ δασύ . χαῖρε δʹ Ὀδυσσεὺς
14.52 ὅττι μιν ὣς ὑπέδεκτο , ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζεν ·
14.53 Ζεύς τοι δοίη , ξεῖνε , καὶ ἀθάνατοι θεοὶ ἄλλοι
14.54 ὅττι μάλιστʹ ἐθέλεις , ὅτι με πρόφρων ὑπέδεξο .
14.55 τὸν δʹ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα ·
14.56 ξεῖνʹ , οὔ μοι θέμις ἔστʹ , οὐδʹ εἰ κακίων σέθεν ἔλθοι ,
14.57 ξεῖνον ἀτιμῆσαι · πρὸς γὰρ Διός εἰσιν ἅπαντες
14.58 ξεῖνοί τε πτωχοί τε · δόσις δʹ ὀλίγη τε φίλη τε
14.59 γίγνεται ἡμετέρη · γὰρ δμώων δίκη ἐστὶν
14.60 αἰεὶ δειδιότων , ὅτʹ ἐπικρατέωσιν ἄνακτες