13.32 νειὸν ἀνʹ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον ·
13.33 ἀσπασίως δʹ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
13.34 δόρπον ἐποίχεσθαι , βλάβεται δέ τε γούνατʹ ἰόντι ·
13.35 ὣς Ὀδυσῆʹ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο .
13.36 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα ,
13.37 Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον ·
13.38 Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν ,
13.39 πέμπετέ με σπείσαντες ἀπήμονα , χαίρετε δʹ αὐτοί ·
13.40 ἤδη γὰρ τετέλεσται μοι φίλος ἤθελε θυμός ,
13.41 πομπὴ καὶ φίλα δῶρα , τά μοι θεοὶ Οὐρανίωνες
13.42 ὄλβια ποιήσειαν · ἀμύμονα δʹ οἴκοι ἄκοιτιν
13.43 νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν .
13.44 ὑμεῖς δʹ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
13.45 κουριδίας καὶ τέκνα · θεοὶ δʹ ἀρετὴν ὀπάσειαν
13.46 παντοίην , καὶ μή τι κακὸν μεταδήμιον εἴη .
13.47 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἐπῄνεον ἠδʹ ἐκέλευον
13.48 πεμπέμεναι τὸν ξεῖνον , ἐπεὶ κατὰ μοῖραν ἔειπεν .
13.49 καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο ·
13.50 Ποντόνοε , κρητῆρα κερασσάμενος μέθυ νεῖμον
13.51 πᾶσιν ἀνὰ μέγαρον , ὄφρʹ εὐξάμενοι Διὶ πατρὶ
13.52 τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν .
13.53 ὣς φάτο , Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα ,
13.54 νώμησεν δʹ ἄρα πᾶσιν ἐπισταδόν · οἱ δὲ θεοῖσιν
13.55 ἔσπεισαν μακάρεσσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν ,
13.56 αὐτόθεν ἐξ ἑδρέων . ἀνὰ δʹ ἵστατο δῖος Ὀδυσσεύς ,
13.57 Ἀρήτῃ δʹ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον ,
13.58 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
13.59 χαῖρέ μοι , βασίλεια , διαμπερές , εἰς κε γῆρας
13.60 ἔλθῃ καὶ θάνατος , τά τʹ ἐπʹ ἀνθρώποισι πέλονται .
13.61 αὐτὰρ ἐγὼ νέομαι · σὺ δὲ τέρπεο τῷδʹ ἐνὶ οἴκῳ