12.355 βοσκέσκονθʹ ἕλικες καλαὶ βόες εὐρυμέτωποι ·
12.356 τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν ,
12.357 φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο ·
12.358 οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός .
12.359 αὐτὰρ ἐπεί ῥʹ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν ,
12.360 μηρούς τʹ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
12.361 δίπτυχα ποιήσαντες , ἐπʹ αὐτῶν δʹ ὠμοθέτησαν .
12.362 οὐδʹ εἶχον μέθυ λεῖψαι ἐπʹ αἰθομένοις ἱεροῖσιν ,
12.363 ἀλλʹ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα .
12.364 αὐτὰρ ἐπεὶ κατὰ μῆρʹ ἐκάη καὶ σπλάγχνα πάσαντο ,
12.365 μίστυλλόν τʹ ἄρα τἆλλα καὶ ἀμφʹ ὀβελοῖσιν ἔπειραν .
12.366 καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος ,
12.367 βῆν δʹ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης .
12.368 ἀλλʹ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης ,
12.369 καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή .
12.370 οἰμώξας δὲ θεοῖσι μέγʹ ἀθανάτοισι γεγώνευν ·
12.371 Ζεῦ πάτερ ἠδʹ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες ,
12.372 με μάλʹ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ .
12.373 οἱ δʹ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες .
12.374 ὠκέα δʹ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε
12.375 Λαμπετίη τανύπεπλος , οἱ βόας ἔκταμεν ἡμεῖς .
12.376 αὐτίκα δʹ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ ·
12.377 Ζεῦ πάτερ ἠδʹ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες ,
12.378 τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος ,
12.379 οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον , ᾗσιν ἐγώ γε
12.380 χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα ,
12.381 ἠδʹ ὁπότʹ ἂψ ἐπὶ γαῖαν ἀπʹ οὐρανόθεν προτραποίμην .
12.382 εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʹ ἀμοιβήν ,
12.383 δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω .
12.384 τὸν δʹ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
12.385 Ἠέλιʹ , τοι μὲν σὺ μετʹ ἀθανάτοισι φάεινε