12.325 μῆνα δὲ πάντʹ ἄλληκτος ἄη Νότος , οὐδέ τις ἄλλος
12.326 γίγνετʹ ἔπειτʹ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε .
12.327 οἱ δʹ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν ,
12.328 τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο .
12.329 ἀλλʹ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα ,
12.330 καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ ,
12.331 ἰχθῦς ὄρνιθάς τε , φίλας τι χεῖρας ἵκοιτο ,
12.332 γναμπτοῖς ἀγκίστροισιν , ἔτειρε δὲ γαστέρα λιμός ·
12.333 δὴ τότʹ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον , ὄφρα θεοῖσιν
12.334 εὐξαίμην , εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι .
12.335 ἀλλʹ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους ,
12.336 χεῖρας νιψάμενος , ὅθʹ ἐπὶ σκέπας ἦν ἀνέμοιο ,
12.337 ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν ·
12.338 οἱ δʹ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν .
12.339 Εὐρύλοχος δʹ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς ·
12.340 κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι .
12.341 πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι ,
12.342 λιμῷ δʹ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν .
12.343 ἀλλʹ ἄγετʹ , Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
12.344 ῥέξομεν ἀθανάτοισι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν .
12.345 εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα , πατρίδα γαῖαν ,
12.346 αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
12.347 τεύξομεν , ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά .
12.348 εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
12.349 νῆʹ ἐθέλῃ ὀλέσαι , ἐπὶ δʹ ἕσπωνται θεοὶ ἄλλοι ,
12.350 βούλομʹ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι ,
12.351 δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ .
12.352 ὣς ἔφατʹ Εὐρύλοχος , ἐπὶ δʹ ᾔνεον ἄλλοι ἑταῖροι .
12.353 αὐτίκα δʹ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
12.354 ἐγγύθεν , οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο