12.386 καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν ·
12.387 τῶν δέ κʹ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
12.388 τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ .
12.389 ταῦτα δʹ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο ·
12.390 δʹ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι .
12.391 αὐτὰρ ἐπεί ῥʹ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν ,
12.392 νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν , οὐδέ τι μῆχος
12.393 εὑρέμεναι δυνάμεσθα , βόες δʹ ἀποτέθνασαν ἤδη .
12.394 τοῖσιν δʹ αὐτίκʹ ἔπειτα θεοὶ τέραα προύφαινον ·
12.395 εἷρπον μὲν ῥινοί , κρέα δʹ ἀμφʹ ὀβελοῖσι μεμύκει ,
12.396 ὀπταλέα τε καὶ ὠμά , βοῶν δʹ ὣς γίγνετο φωνή .
12.397 ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
12.398 δαίνυντʹ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ·
12.399 ἀλλʹ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων ,
12.400 καὶ τότʹ ἔπειτʹ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων ,
12.401 ἡμεῖς δʹ αἶψʹ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ ,
12.402 ἱστὸν στησάμενοι ἀνά θʹ ἱστία λεύκʹ ἐρύσαντες .
12.403 ἀλλʹ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν , οὐδέ τις ἄλλη
12.404 φαίνετο γαιάων , ἀλλʹ οὐρανὸς ἠδὲ θάλασσα ,
12.405 δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
12.406 νηὸς ὕπερ γλαφυρῆς , ἤχλυσε δὲ πόντος ὑπʹ αὐτῆς .
12.407 δʹ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον · αἶψα γὰρ ἦλθε
12.408 κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων ,
12.409 ἱστοῦ δὲ προτόνους ἔρρηξʹ ἀνέμοιο θύελλα
12.410 ἀμφοτέρους · ἱστὸς δʹ ὀπίσω πέσεν , ὅπλα τε πάντα
12.411 εἰς ἄντλον κατέχυνθʹ . δʹ ἄρα πρυμνῇ ἐνὶ νηὶ
12.412 πλῆξε κυβερνήτεω κεφαλήν , σὺν δʹ ὀστέʹ ἄραξε
12.413 πάντʹ ἄμυδις κεφαλῆς · δʹ ἄρʹ ἀρνευτῆρι ἐοικὼς
12.414 κάππεσʹ ἀπʹ ἰκριόφιν , λίπε δʹ ὀστέα θυμὸς ἀγήνωρ .