12.297 Εὐρύλοχʹ , μάλα δή με βιάζετε μοῦνον ἐόντα .
12.298 ἀλλʹ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον ·
12.299 εἴ κέ τινʹ ἠὲ βοῶν ἀγέλην πῶυ μέγʹ οἰῶν
12.300 εὕρωμεν , μή πού τις ἀτασθαλίῃσι κακῇσιν
12.301 βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ · ἀλλὰ ἕκηλοι
12.302 ἐσθίετε βρώμην , τὴν ἀθανάτη πόρε Κίρκη .
12.303 ὣς ἐφάμην , οἱ δʹ αὐτίκʹ ἀπώμνυον , ὡς ἐκέλευον .
12.304 αὐτὰρ ἐπεί ῥʹ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον ,
12.305 στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
12.306 ἄγχʹ ὕδατος γλυκεροῖο , καὶ ἐξαπέβησαν ἑταῖροι
12.307 νηός , ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο .
12.308 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
12.309 μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους ,
12.310 οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα ·
12.311 κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος .
12.312 ἦμος δὲ τρίχα νυκτὸς ἔην , μετὰ δʹ ἄστρα βεβήκει ,
12.313 ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
12.314 λαίλαπι θεσπεσίῃ , σὺν δὲ νεφέεσσι κάλυψε
12.315 γαῖαν ὁμοῦ καὶ πόντον · ὀρώρει δʹ οὐρανόθεν νύξ .
12.316 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
12.317 νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες .
12.318 ἔνθα δʹ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι ·
12.319 καὶ τότʹ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον ·
12.320 φίλοι , ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
12.321 ἔστιν , τῶν δὲ βοῶν ἀπεχώμεθα , μή τι πάθωμεν ·
12.322 δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα ,
12.323 Ἠελίου , ὃς πάντʹ ἐφορᾷ καὶ πάντʹ ἐπακούει .
12.324 ὣς ἐφάμην , τοῖσιν δʹ ἐπεπείθετο θυμὸς ἀγήνωρ .