12.61 Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι .
12.62 τῇ μέν τʹ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
12.63 τρήρωνες , ταί τʹ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν ,
12.64 ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη ·
12.65 ἀλλʹ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι .
12.66 τῇ δʹ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν , τις ἵκηται ,
12.67 ἀλλά θʹ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
12.68 κύμαθʹ ἁλὸς φορέουσι πυρός τʹ ὀλοοῖο θύελλαι .
12.69 οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς ,
12.70 Ἀργὼ πᾶσι μέλουσα , παρʹ Αἰήταο πλέουσα .
12.71 καὶ νύ κε τὴν ἔνθʹ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας ,
12.72 ἀλλʹ Ἥρη παρέπεμψεν , ἐπεὶ φίλος ἦεν Ἰήσων .
12.73 οἱ δὲ δύω σκόπελοι μὲν οὐρανὸν εὐρὺν ἱκάνει
12.74 ὀξείῃ κορυφῇ , νεφέλη δέ μιν ἀμφιβέβηκε
12.75 κυανέη · τὸ μὲν οὔ ποτʹ ἐρωεῖ , οὐδέ ποτʹ αἴθρη
12.76 κείνου ἔχει κορυφὴν οὔτʹ ἐν θέρει οὔτʹ ἐν ὀπώρῃ .
12.77 οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʹ ἐπιβαίη ,
12.78 οὐδʹ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν ·
12.79 πέτρη γὰρ λίς ἐστι , περιξεστῇ ἐικυῖα .
12.80 μέσσῳ δʹ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές ,
12.81 πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον , περ ἂν ὑμεῖς
12.82 νῆα παρὰ γλαφυρὴν ἰθύνετε , φαίδιμʹ Ὀδυσσεῦ .
12.83 οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
12.84 τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο .
12.85 ἔνθα δʹ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα .
12.86 τῆς τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
12.87 γίγνεται , αὐτὴ δʹ αὖτε πέλωρ κακόν · οὐδέ κέ τίς μιν
12.88 γηθήσειεν ἰδών , οὐδʹ εἰ θεὸς ἀντιάσειεν .