12.32 οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός ,
12.33 δʹ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων
12.34 εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα ·
12.35 αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα .
12.36 καὶ τότε δή μʹ ἐπέεσσι προσηύδα πότνια Κίρκη ·
12.37 ταῦτα μὲν οὕτω πάντα πεπείρανται , σὺ δʹ ἄκουσον ,
12.38 ὥς τοι ἐγὼν ἐρέω , μνήσει δέ σε καὶ θεὸς αὐτός .
12.39 Σειρῆνας μὲν πρῶτον ἀφίξεαι , αἵ ῥά τε πάντας
12.40 ἀνθρώπους θέλγουσιν , ὅτις σφεας εἰσαφίκηται .
12.41 ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ
12.42 Σειρήνων , τῷ δʹ οὔ τι γυνὴ καὶ νήπια τέκνα
12.43 οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται ,
12.44 ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ
12.45 ἥμεναι ἐν λειμῶνι , πολὺς δʹ ἀμφʹ ὀστεόφιν θὶς
12.46 ἀνδρῶν πυθομένων , περὶ δὲ ῥινοὶ μινύθουσι .
12.47 ἀλλὰ παρεξελάαν , ἐπὶ δʹ οὔατʹ ἀλεῖψαι ἑταίρων
12.48 κηρὸν δεψήσας μελιηδέα , μή τις ἀκούσῃ
12.49 τῶν ἄλλων · ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʹ ἐθέλῃσθα ,
12.50 δησάντων σʹ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε
12.51 ὀρθὸν ἐν ἱστοπέδῃ , ἐκ δʹ αὐτοῦ πείρατʹ ἀνήφθω ,
12.52 ὄφρα κε τερπόμενος ὄπʹ ἀκούσῃς Σειρήνοιιν .
12.53 εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς ,
12.54 οἱ δέ σʹ ἔτι πλεόνεσσι τότʹ ἐν δεσμοῖσι διδέντων .
12.55 αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι ,
12.56 ἔνθα τοι οὐκέτʹ ἔπειτα διηνεκέως ἀγορεύσω ,
12.57 ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται , ἀλλὰ καὶ αὐτὸς
12.58 θυμῷ βουλεύειν · ἐρέω δέ τοι ἀμφοτέρωθεν .
12.59 ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες , προτὶ δʹ αὐτὰς
12.60 κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης ·