12.1 αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο
12.2 νηῦς , ἀπὸ δʹ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο
12.3 νῆσόν τʹ Αἰαίην , ὅθι τʹ Ἠοῦς ἠριγενείης
12.4 οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο ,
12.5 νῆα μὲν ἔνθʹ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν ,
12.6 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης ·
12.7 ἔνθα δʹ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν .
12.8 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
12.9 δὴ τότʹ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης
12.10 οἰσέμεναι νεκρόν , Ἐλπήνορα τεθνηῶτα .
12.11 φιτροὺς δʹ αἶψα ταμόντες , ὅθʹ ἀκροτάτη πρόεχʹ ἀκτή ,
12.12 θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες .
12.13 αὐτὰρ ἐπεὶ νεκρός τʹ ἐκάη καὶ τεύχεα νεκροῦ ,
12.14 τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
12.15 πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν .
12.16 ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν · οὐδʹ ἄρα Κίρκην
12.17 ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν , ἀλλὰ μάλʹ ὦκα
12.18 ἦλθʹ ἐντυναμένη · ἅμα δʹ ἀμφίπολοι φέρον αὐτῇ
12.19 σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν .
12.20 δʹ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων ·
12.21 σχέτλιοι , οἳ ζώοντες ὑπήλθετε δῶμʹ Ἀίδαο ,
12.22 δισθανέες , ὅτε τʹ ἄλλοι ἅπαξ θνῄσκουσʹ ἄνθρωποι .
12.23 ἀλλʹ ἄγετʹ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
12.24 αὖθι πανημέριοι · ἅμα δʹ ἠοῖ φαινομένηφι
12.25 πλεύσεσθʹ · αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
12.26 σημανέω , ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
12.27 ἁλὸς ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες .
12.28 ὣς ἔφαθʹ , ἡμῖν δʹ αὖτʹ ἐπεπείθετο θυμὸς ἀγήνωρ .
12.29 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
12.30 ἥμεθα δαινύμενοι κρέα τʹ ἄσπετα καὶ μέθυ ἡδύ ·
12.31 ἦμος δʹ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν ,