11.623 καί ποτέ μʹ ἐνθάδʹ ἔπεμψε κύνʹ ἄξοντʹ · οὐ γὰρ ἔτʹ ἄλλον
11.624 φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον ·
11.625 τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο ·
11.626 Ἑρμείας δέ μʹ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη .
11.627 ὣς εἰπὼν μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω ,
11.628 αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον , εἴ τις ἔτʹ ἔλθοι
11.629 ἀνδρῶν ἡρώων , οἳ δὴ τὸ πρόσθεν ὄλοντο .
11.630 καί νύ κʹ ἔτι προτέρους ἴδον ἀνέρας , οὓς ἔθελόν περ ,
11.631 Θησέα Πειρίθοόν τε , θεῶν ἐρικυδέα τέκνα ·
11.632 ἀλλὰ πρὶν ἐπὶ ἔθνεʹ ἀγείρετο μυρία νεκρῶν
11.633 ἠχῇ θεσπεσίῃ · ἐμὲ δὲ χλωρὸν δέος ᾕρει ,
11.634 μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
11.635 ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια .
11.636 αὐτίκʹ ἔπειτʹ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
11.637 αὐτούς τʹ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι .
11.638 οἱ δʹ αἶψʹ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον .
11.639 τὴν δὲ κατʹ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο ,
11.640 πρῶτα μὲν εἰρεσίῃ , μετέπειτα δὲ κάλλιμος οὖρος .