11.592 τὰς δʹ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα .
11.593 καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʹ ἄλγεʹ ἔχοντα
11.594 λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν .
11.595 τοι μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
11.596 λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον · ἀλλʹ ὅτε μέλλοι
11.597 ἄκρον ὑπερβαλέειν , τότʹ ἀποστρέψασκε κραταιίς ·
11.598 αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής .
11.599 αὐτὰρ γʹ ἂψ ὤσασκε τιταινόμενος , κατὰ δʹ ἱδρὼς
11.600 ἔρρεεν ἐκ μελέων , κονίη δʹ ἐκ κρατὸς ὀρώρει .
11.601 τὸν δὲ μετʹ εἰσενόησα βίην Ἡρακληείην ,
11.602 εἴδωλον · αὐτὸς δὲ μετʹ ἀθανάτοισι θεοῖσι
11.603 τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην ,
11.604 παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου .
11.605 ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς ,
11.606 πάντοσʹ ἀτυζομένων · δʹ ἐρεμνῇ νυκτὶ ἐοικώς ,
11.607 γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν ,
11.608 δεινὸν παπταίνων , αἰεὶ βαλέοντι ἐοικώς .
11.609 σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
11.610 χρύσεος ἦν τελαμών , ἵνα θέσκελα ἔργα τέτυκτο ,
11.611 ἄρκτοι τʹ ἀγρότεροί τε σύες χαροποί τε λέοντες ,
11.612 ὑσμῖναί τε μάχαι τε φόνοι τʹ ἀνδροκτασίαι τε .
11.613 μὴ τεχνησάμενος μηδʹ ἄλλο τι τεχνήσαιτο ,
11.614 ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ .
11.615 ἔγνω δʹ αὖτʹ ἔμʹ ἐκεῖνος , ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν ,
11.616 καί μʹ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα ·
11.617 διογενὲς Λαερτιάδη , πολυμήχανʹ Ὀδυσσεῦ ,
11.618 δείλʹ , τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις ,
11.619 ὅν περ ἐγὼν ὀχέεσκον ὑπʹ αὐγὰς ἠελίοιο .
11.620 Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος , αὐτὰρ ὀιζὺν
11.621 εἶχον ἀπειρεσίην · μάλα γὰρ πολὺ χείρονι φωτὶ
11.622 δεδμήμην , δέ μοι χαλεποὺς ἐπετέλλετʹ ἀέθλους .