11.562 ἡμέτερον · δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν .
11.563 ὣς ἐφάμην , δέ μʹ οὐδὲν ἀμείβετο , βῆ δὲ μετʹ ἄλλας
11.564 ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων .
11.565 ἔνθα χʹ ὅμως προσέφη κεχολωμένος , κεν ἐγὼ τόν ·
11.566 ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
11.567 τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων .
11.568 ἔνθʹ τοι Μίνωα ἴδον , Διὸς ἀγλαὸν υἱόν ,
11.569 χρύσεον σκῆπτρον ἔχοντα , θεμιστεύοντα νέκυσσιν ,
11.570 ἥμενον , οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα ,
11.571 ἥμενοι ἑσταότες τε κατʹ εὐρυπυλὲς Ἄϊδος δῶ .
11.572 τὸν δὲ μετʹ Ὠρίωνα πελώριον εἰσενόησα
11.573 θῆρας ὁμοῦ εἰλεῦντα κατʹ ἀσφοδελὸν λειμῶνα ,
11.574 τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
11.575 χερσὶν ἔχων ῥόπαλον παγχάλκεον , αἰὲν ἀαγές .
11.576 καὶ Τιτυὸν εἶδον , Γαίης ἐρικυδέος υἱόν ,
11.577 κείμενον ἐν δαπέδῳ · δʹ ἐπʹ ἐννέα κεῖτο πέλεθρα ,
11.578 γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον ,
11.579 δέρτρον ἔσω δύνοντες , δʹ οὐκ ἀπαμύνετο χερσί ·
11.580 Λητὼ γὰρ ἕλκησε , Διὸς κυδρὴν παράκοιτιν ,
11.581 Πυθώδʹ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος .
11.582 καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʹ ἄλγεʹ ἔχοντα
11.583 ἑστεῶτʹ ἐν λίμνῃ · δὲ προσέπλαζε γενείῳ ·
11.584 στεῦτο δὲ διψάων , πιέειν δʹ οὐκ εἶχεν ἑλέσθαι ·
11.585 ὁσσάκι γὰρ κύψειʹ γέρων πιέειν μενεαίνων ,
11.586 τοσσάχʹ ὕδωρ ἀπολέσκετʹ ἀναβροχέν , ἀμφὶ δὲ ποσσὶ
11.587 γαῖα μέλαινα φάνεσκε , καταζήνασκε δὲ δαίμων .
11.588 δένδρεα δʹ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν ,
11.589 ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
11.590 συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι ·
11.591 τῶν ὁπότʹ ἰθύσειʹ γέρων ἐπὶ χερσὶ μάσασθαι ,