11.531 ἱππόθεν ἐξέμεναι , ξίφεος δʹ ἐπεμαίετο κώπην
11.532 καὶ δόρυ χαλκοβαρές , κακὰ δὲ Τρώεσσι μενοίνα .
11.533 ἀλλʹ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν ,
11.534 μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
11.535 ἀσκηθής , οὔτʹ ἂρ βεβλημένος ὀξέι χαλκῷ
11.536 οὔτʹ αὐτοσχεδίην οὐτασμένος , οἷά τε πολλὰ
11.537 γίγνεται ἐν πολέμῳ · ἐπιμὶξ δέ τε μαίνεται Ἄρης .
11.538 ὣς ἐφάμην , ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
11.539 φοίτα μακρὰ βιβᾶσα κατʹ ἀσφοδελὸν λειμῶνα ,
11.540 γηθοσύνη οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι .
11.541 αἱ δʹ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
11.542 ἕστασαν ἀχνύμεναι , εἴροντο δὲ κήδεʹ ἑκάστη .
11.543 οἴη δʹ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
11.544 νόσφιν ἀφεστήκει , κεχολωμένη εἵνεκα νίκης ,
11.545 τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
11.546 τεύχεσιν ἀμφʹ Ἀχιλῆος · ἔθηκε δὲ πότνια μήτηρ .
11.547 παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη .
11.548 ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʹ ἐπʹ ἀέθλῳ ·
11.549 τοίην γὰρ κεφαλὴν ἕνεκʹ αὐτῶν γαῖα κατέσχεν ,
11.550 Αἴανθʹ , ὃς πέρι μὲν εἶδος , πέρι δʹ ἔργα τέτυκτο
11.551 τῶν ἄλλων Δαναῶν μετʹ ἀμύμονα Πηλεΐωνα .
11.552 τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν ·
11.553 Αἶαν , παῖ Τελαμῶνος ἀμύμονος , οὐκ ἄρʹ ἔμελλες
11.554 οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
11.555 οὐλομένων ; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι ,
11.556 τοῖος γάρ σφιν πύργος ἀπώλεο · σεῖο δʹ Ἀχαιοὶ
11.557 ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
11.558 ἀχνύμεθα φθιμένοιο διαμπερές · οὐδέ τις ἄλλος
11.559 αἴτιος , ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
11.560 ἐκπάγλως ἤχθηρε , τεῒν δʹ ἐπὶ μοῖραν ἔθηκεν .
11.561 ἀλλʹ ἄγε δεῦρο , ἄναξ , ἵνʹ ἔπος καὶ μῦθον ἀκούσῃς