11.500 πέφνον λαὸν ἄριστον , ἀμύνων Ἀργείοισιν ·
11.501 εἰ τοιόσδʹ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ ·
11.502 τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους ,
11.503 οἳ κεῖνον βιόωνται ἐέργουσίν τʹ ἀπὸ τιμῆς .
11.504 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
11.505 τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι ,
11.506 αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
11.507 πᾶσαν ἀληθείην μυθήσομαι , ὥς με κελεύεις ·
11.508 αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
11.509 ἤγαγον ἐκ Σκύρου μετʹ ἐυκνήμιδας Ἀχαιούς .
11.510 τοι ὅτʹ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς ,
11.511 αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων ·
11.512 Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω .
11.513 αὐτὰρ ὅτʹ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ ,
11.514 οὔ ποτʹ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʹ ἐν ὁμίλῳ ,
11.515 ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων ,
11.516 πολλοὺς δʹ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι .
11.517 πάντας δʹ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʹ ὀνομήνω ,
11.518 ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν ,
11.519 ἀλλʹ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ ,
11.520 ἥρωʹ Εὐρύπυλον , πολλοὶ δʹ ἀμφʹ αὐτὸν ἑταῖροι
11.521 Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων .
11.522 κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον .
11.523 αὐτὰρ ὅτʹ εἰς ἵππον κατεβαίνομεν , ὃν κάμʹ Ἐπειός ,
11.524 Ἀργείων οἱ ἄριστοι , ἐμοὶ δʹ ἐπὶ πάντα τέταλτο ,
11.525 ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʹ ἐπιθεῖναι ,
11.526 ἔνθʹ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
11.527 δάκρυά τʹ ὠμόργνυντο τρέμον θʹ ὑπὸ γυῖα ἑκάστου ·
11.528 κεῖνον δʹ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
11.529 οὔτʹ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
11.530 δάκρυ ὀμορξάμενον · δέ γε μάλα πόλλʹ ἱκέτευεν