11.472 καί ῥʹ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
11.473 διογενὲς Λαερτιάδη , πολυμήχανʹ Ὀδυσσεῦ ,
11.474 σχέτλιε , τίπτʹ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον ;
11.475 πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν , ἔνθα τε νεκροὶ
11.476 ἀφραδέες ναίουσι , βροτῶν εἴδωλα καμόντων ;
11.477 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
11.478 Ἀχιλεῦ Πηλῆος υἱέ , μέγα φέρτατʹ Ἀχαιῶν ,
11.479 ἦλθον Τειρεσίαο κατὰ χρέος , εἴ τινα βουλὴν
11.480 εἴποι , ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην ·
11.481 οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος , οὐδέ πω ἁμῆς
11.482 γῆς ἐπέβην , ἀλλʹ αἰὲν ἔχω κακά . σεῖο δʹ , Ἀχιλλεῦ ,
11.483 οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʹ ἄρʹ ὀπίσσω .
11.484 πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
11.485 Ἀργεῖοι , νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
11.486 ἐνθάδʹ ἐών · τῷ μή τι θανὼν ἀκαχίζευ , Ἀχιλλεῦ .
11.487 ὣς ἐφάμην , δέ μʹ αὐτίκʹ ἀμειβόμενος προσέειπε ·
11.488 μὴ δή μοι θάνατόν γε παραύδα , φαίδιμʹ Ὀδυσσεῦ .
11.489 βουλοίμην κʹ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ ,
11.490 ἀνδρὶ παρʹ ἀκλήρῳ , μὴ βίοτος πολὺς εἴη ,
11.491 πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν .
11.492 ἀλλʹ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες ,
11.493 ἕπετʹ ἐς πόλεμον πρόμος ἔμμεναι , ἦε καὶ οὐκί .
11.494 εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος , εἴ τι πέπυσσαι ,
11.495 ἔτʹ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν ,
11.496 μιν ἀτιμάζουσιν ἀνʹ Ἑλλάδα τε Φθίην τε ,
11.497 οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε .
11.498 οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʹ αὐγὰς ἠελίοιο ,
11.499 τοῖος ἐών , οἷός ποτʹ ἐνὶ Τροίῃ εὐρείῃ