11.444 ἀλλʹ οὐ σοί γʹ , Ὀδυσεῦ , φόνος ἔσσεται ἔκ γε γυναικός ·
11.445 λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
11.446 κούρη Ἰκαρίοιο , περίφρων Πηνελόπεια .
11.447 μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
11.448 ἐρχόμενοι πόλεμόνδε · πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
11.449 νήπιος , ὅς που νῦν γε μετʹ ἀνδρῶν ἵζει ἀριθμῷ ,
11.450 ὄλβιος · γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών ,
11.451 καὶ κεῖνος πατέρα προσπτύξεται , θέμις ἐστίν .
11.452 δʹ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
11.453 ὀφθαλμοῖσιν ἔασε · πάρος δέ με πέφνε καὶ αὐτόν .
11.454 ἄλλο δέ τοι ἐρέω , σὺ δʹ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
11.455 κρύβδην , μηδʹ ἀναφανδά , φίλην ἐς πατρίδα γαῖαν
11.456 νῆα κατισχέμεναι · ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν .
11.457 ἀλλʹ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ,
11.458 εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο ,
11.459 που ἐν Ὀρχομενῷ ἐν Πύλῳ ἠμαθόεντι ,
11.460 που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ ·
11.461 οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης .
11.462 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
11.463 Ἀτρεΐδη , τί με ταῦτα διείρεαι ; οὐδέ τι οἶδα ,
11.464 ζώει γʹ τέθνηκε · κακὸν δʹ ἀνεμώλια βάζειν .
11.465 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
11.466 ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες ·
11.467 ἦλθε δʹ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
11.468 καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
11.469 Αἴαντός θʹ , ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
11.470 τῶν ἄλλων Δαναῶν μετʹ ἀμύμονα Πηλεΐωνα .
11.471 ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο