11.327 χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα .
11.328 πάσας δʹ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʹ ὀνομήνω ,
11.329 ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας ·
11.330 πρὶν γάρ κεν καὶ νὺξ φθῖτʹ ἄμβροτος . ἀλλὰ καὶ ὥρη
11.331 εὕδειν , ἐπὶ νῆα θοὴν ἐλθόντʹ ἐς ἑταίρους
11.332 αὐτοῦ · πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει .
11.333 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ ,
11.334 κηληθμῷ δʹ ἔσχοντο κατὰ μέγαρα σκιόεντα .
11.335 τοῖσιν δʹ Ἀρήτη λευκώλενος ἤρχετο μύθων .
11.336 Φαίηκες , πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
11.337 εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας ;
11.338 ξεῖνος δʹ αὖτʹ ἐμός ἐστιν , ἕκαστος δʹ ἔμμορε τιμῆς ·
11.339 τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε , μηδὲ τὰ δῶρα
11.340 οὕτω χρηίζοντι κολούετε · πολλὰ γὰρ ὑμῖν
11.341 κτήματʹ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται .
11.342 τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος ,
11.343 ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν ·
11.344 φίλοι , οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʹ ἀπὸ δόξης
11.345 μυθεῖται βασίλεια περίφρων · ἀλλὰ πίθεσθε .
11.346 Ἀλκινόου δʹ ἐκ τοῦδʹ ἔχεται ἔργον τε ἔπος τε .
11.347 τὸν δʹ αὖτʹ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε ·
11.348 τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος , αἴ κεν ἐγώ γε
11.349 ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω ·
11.350 ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
11.351 ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον , εἰς κε πᾶσαν
11.352 δωτίνην τελέσω · πομπὴ δʹ ἄνδρεσσι μελήσει
11.353 πᾶσι , μάλιστα δʹ ἐμοί · τοῦ γὰρ κράτος ἔστʹ ἐνὶ δήμῳ .
11.354 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
11.355 Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν ,