11.296 καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη ,
11.297 θέσφατα πάντʹ εἰπόντα · Διὸς δʹ ἐτελείετο βουλή .
11.298 καὶ Λήδην εἶδον , τὴν Τυνδαρέου παράκοιτιν ,
11.299 ῥʹ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε ,
11.300 Κάστορά θʹ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα ,
11.301 τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα ·
11.302 οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
11.303 ἄλλοτε μὲν ζώουσʹ ἑτερήμεροι , ἄλλοτε δʹ αὖτε
11.304 τεθνᾶσιν · τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι .
11.305 τὴν δὲ μετʹ Ἰφιμέδειαν , Ἀλωῆος παράκοιτιν
11.306 εἴσιδον , δὴ φάσκε Ποσειδάωνι μιγῆναι ,
11.307 καί ῥʹ ἔτεκεν δύο παῖδε , μινυνθαδίω δʹ ἐγενέσθην ,
11.308 Ὦτόν τʹ ἀντίθεον τηλεκλειτόν τʹ Ἐφιάλτην ,
11.309 οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
11.310 καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα ·
11.311 ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
11.312 εὖρος , ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι .
11.313 οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
11.314 φυλόπιδα στήσειν πολυάικος πολέμοιο .
11.315 Ὄσσαν ἐπʹ Οὐλύμπῳ μέμασαν θέμεν , αὐτὰρ ἐπʹ Ὄσσῃ
11.316 Πήλιον εἰνοσίφυλλον , ἵνʹ οὐρανὸς ἀμβατὸς εἴη .
11.317 καί νύ κεν ἐξετέλεσσαν , εἰ ἥβης μέτρον ἵκοντο ·
11.318 ἀλλʹ ὄλεσεν Διὸς υἱός , ὃν ἠύκομος τέκε Λητώ ,
11.319 ἀμφοτέρω , πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
11.320 ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ .
11.321 Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʹ Ἀριάδνην ,
11.322 κούρην Μίνωος ὀλοόφρονος , ἥν ποτε Θησεὺς
11.323 ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
11.324 ἦγε μέν , οὐδʹ ἀπόνητο · πάρος δέ μιν Ἄρτεμις ἔκτα
11.325 Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν .
11.326 Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʹ Ἐριφύλην ,