11.356 εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʹ αὐτόθι μίμνειν ,
11.357 πομπὴν δʹ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε ,
11.358 καὶ κε τὸ βουλοίμην , καί κεν πολὺ κέρδιον εἴη ,
11.359 πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʹ ἱκέσθαι ·
11.360 καί κʹ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
11.361 πᾶσιν , ὅσοι μʹ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα .
11.362 τὸν δʹ αὖτʹ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε ·
11.363 Ὀδυσεῦ , τὸ μὲν οὔ τί σʹ ἐίσκομεν εἰσορόωντες ,
11.364 ἠπεροπῆά τʹ ἔμεν καὶ ἐπίκλοπον , οἷά τε πολλοὺς
11.365 βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους ,
11.366 ψεύδεά τʹ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο ·
11.367 σοὶ δʹ ἔπι μὲν μορφὴ ἐπέων , ἔνι δὲ φρένες ἐσθλαί .
11.368 μῦθον δʹ ὡς ὅτʹ ἀοιδὸς ἐπισταμένως κατέλεξας ,
11.369 πάντων τʹ Ἀργείων σέο τʹ αὐτοῦ κήδεα λυγρά .
11.370 ἀλλʹ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ,
11.371 εἴ τινας ἀντιθέων ἑτάρων ἴδες , οἵ τοι ἅμʹ αὐτῷ
11.372 Ἴλιον εἰς ἅμʹ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον .
11.373 νὺξ δʹ ἥδε μάλα μακρή , ἀθέσφατος · οὐδέ πω ὥρη
11.374 εὕδειν ἐν μεγάρῳ , σὺ δέ μοι λέγε θέσκελα ἔργα .
11.375 καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην , ὅτε μοι σὺ
11.376 τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι .
11.377 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
11.378 Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν ,
11.379 ὥρη μὲν πολέων μύθων , ὥρη δὲ καὶ ὕπνου ·
11.380 εἰ δʹ ἔτʹ ἀκουέμεναί γε λιλαίεαι , οὐκ ἂν ἐγώ γε
11.381 τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʹ ἄλλʹ ἀγορεύειν ,
11.382 κήδεʹ ἐμῶν ἑτάρων , οἳ δὴ μετόπισθεν ὄλοντο ,
11.383 οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν ,