11.235 ἔνθʹ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν ,
11.236 φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι ,
11.237 φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο ·
11.238 ποταμοῦ ἠράσσατʹ Ἐνιπῆος θείοιο ,
11.239 ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι ,
11.240 καί ῥʹ ἐπʹ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα .
11.241 τῷ δʹ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
11.242 ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος ·
11.243 πορφύρεον δʹ ἄρα κῦμα περιστάθη , οὔρεϊ ἶσον ,
11.244 κυρτωθέν , κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα .
11.245 λῦσε δὲ παρθενίην ζώνην , κατὰ δʹ ὕπνον ἔχευεν .
11.246 αὐτὰρ ἐπεί ῥʹ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα ,
11.247 ἔν τʹ ἄρα οἱ φῦ χειρί , ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζε ·
11.248 χαῖρε , γύναι , φιλότητι · περιπλομένου δʹ ἐνιαυτοῦ
11.249 τέξεις ἀγλαὰ τέκνα , ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
11.250 ἀθανάτων · σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε .
11.251 νῦν δʹ ἔρχευ πρὸς δῶμα , καὶ ἴσχεο μηδʹ ὀνομήνῃς ·
11.252 αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων .
11.253 ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα .
11.254 δʹ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα ,
11.255 τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
11.256 ἀμφοτέρω · Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
11.257 ναῖε πολύρρηνος , δʹ ἄρʹ ἐν Πύλῳ ἠμαθόεντι .
11.258 τοὺς δʹ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν ,
11.259 Αἴσονά τʹ ἠδὲ Φέρητʹ Ἀμυθάονά θʹ ἱππιοχάρμην .
11.260 τὴν δὲ μετʹ Ἀντιόπην ἴδον , Ἀσωποῖο θύγατρα ,
11.261 δὴ καὶ Διὸς εὔχετʹ ἐν ἀγκοίνῃσιν ἰαῦσαι ,
11.262 καί ῥʹ ἔτεκεν δύο παῖδʹ , Ἀμφίονά τε Ζῆθόν τε ,
11.263 οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο ,
11.264 πύργωσάν τʹ , ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʹ ἐδύναντο