11.206 τρὶς μὲν ἐφωρμήθην , ἑλέειν τέ με θυμὸς ἀνώγει ,
11.207 τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον καὶ ὀνείρῳ
11.208 ἔπτατʹ . ἐμοὶ δʹ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον ,
11.209 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·
11.210 μῆτερ ἐμή , τί νύ μʹ οὐ μίμνεις ἑλέειν μεμαῶτα ,
11.211 ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε
11.212 ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο ;
11.213 τί μοι εἴδωλον τόδʹ ἀγαυὴ Περσεφόνεια
11.214 ὤτρυνʹ , ὄφρʹ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω ;
11.215 ὣς ἐφάμην , δʹ αὐτίκʹ ἀμείβετο πότνια μήτηρ ·
11.216 μοι , τέκνον ἐμόν , περὶ πάντων κάμμορε φωτῶν ,
11.217 οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει ,
11.218 ἀλλʹ αὕτη δίκη ἐστὶ βροτῶν , ὅτε τίς κε θάνῃσιν ·
11.219 οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν ,
11.220 ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
11.221 δαμνᾷ , ἐπεί κε πρῶτα λίπῃ λεύκʹ ὀστέα θυμός ,
11.222 ψυχὴ δʹ ἠύτʹ ὄνειρος ἀποπταμένη πεπότηται .
11.223 ἀλλὰ φόωσδε τάχιστα λιλαίεο · ταῦτα δὲ πάντα
11.224 ἴσθʹ , ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί .
11.225 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʹ , αἱ δὲ γυναῖκες
11.226 ἤλυθον , ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια ,
11.227 ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες .
11.228 αἱ δʹ ἀμφʹ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο ,
11.229 αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην .
11.230 ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή ·
11.231 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
11.232 οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν .
11.233 αἱ δὲ προμνηστῖναι ἐπήισαν , ἠδὲ ἑκάστη
11.234 ὃν γόνον ἐξαγόρευεν · ἐγὼ δʹ ἐρέεινον ἁπάσας .