11.177 εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε ,
11.178 ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
11.179 ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος .
11.180 ὣς ἐφάμην , δʹ αὐτίκʹ ἀμείβετο πότνια μήτηρ ·
11.181 καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
11.182 σοῖσιν ἐνὶ μεγάροισιν · ὀιζυραὶ δέ οἱ αἰεὶ
11.183 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ .
11.184 σὸν δʹ οὔ πώ τις ἔχει καλὸν γέρας , ἀλλὰ ἕκηλος
11.185 Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
11.186 δαίνυται , ἃς ἐπέοικε δικασπόλον ἄνδρʹ ἀλεγύνειν ·
11.187 πάντες γὰρ καλέουσι . πατὴρ δὲ σὸς αὐτόθι μίμνει
11.188 ἀγρῷ , οὐδὲ πόλινδε κατέρχεται . οὐδέ οἱ εὐναὶ
11.189 δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα ,
11.190 ἀλλʹ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ ,
11.191 ἐν κόνι ἄγχι πυρός , κακὰ δὲ χροῒ εἵματα εἷται ·
11.192 αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʹ ὀπώρη ,
11.193 πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
11.194 φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί .
11.195 ἔνθʹ γε κεῖτʹ ἀχέων , μέγα δὲ φρεσὶ πένθος ἀέξει
11.196 σὸν νόστον ποθέων , χαλεπὸν δʹ ἐπὶ γῆρας ἱκάνει .
11.197 οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον ·
11.198 οὔτʹ ἐμέ γʹ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
11.199 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν ,
11.200 οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν , τε μάλιστα
11.201 τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν ·
11.202 ἀλλά με σός τε πόθος σά τε μήδεα , φαίδιμʹ Ὀδυσσεῦ ,
11.203 σή τʹ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα .
11.204 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ γʹ ἔθελον φρεσὶ μερμηρίξας
11.205 μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης .