11.149 δέ κʹ ἐπιφθονέῃς , δέ τοι πάλιν εἶσιν ὀπίσσω .
11.150 ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
11.151 Τειρεσίαο ἄνακτος , ἐπεὶ κατὰ θέσφατʹ ἔλεξεν ·
11.152 αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον , ὄφρʹ ἐπὶ μήτηρ
11.153 ἤλυθε καὶ πίεν αἷμα κελαινεφές · αὐτίκα δʹ ἔγνω ,
11.154 καί μʹ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
11.155 τέκνον ἐμόν , πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
11.156 ζωὸς ἐών ; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι .
11.157 μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα ,
11.158 Ὠκεανὸς μὲν πρῶτα , τὸν οὔ πως ἔστι περῆσαι
11.159 πεζὸν ἐόντʹ , ἢν μή τις ἔχῃ ἐυεργέα νῆα .
11.160 νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʹ ἱκάνεις
11.161 νηί τε καὶ ἑτάροισι πολὺν χρόνον ; οὐδέ πω ἦλθες
11.162 εἰς Ἰθάκην , οὐδʹ εἶδες ἐνὶ μεγάροισι γυναῖκα ;
11.163 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
11.164 μῆτερ ἐμή , χρειώ με κατήγαγεν εἰς Ἀίδαο
11.165 ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο ·
11.166 οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος , οὐδέ πω ἁμῆς
11.167 γῆς ἐπέβην , ἀλλʹ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν ,
11.168 ἐξ οὗ τὰ πρώτισθʹ ἑπόμην Ἀγαμέμνονι δίῳ
11.169 Ἴλιον εἰς ἐύπωλον , ἵνα Τρώεσσι μαχοίμην .
11.170 ἀλλʹ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ·
11.171 τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο ;
11.172 δολιχὴ νοῦσος , Ἄρτεμις ἰοχέαιρα
11.173 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν ;
11.174 εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος , ὃν κατέλειπον ,
11.175 ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας , ἦέ τις ἤδη
11.176 ἀνδρῶν ἄλλος ἔχει , ἐμὲ δʹ οὐκέτι φασὶ νέεσθαι .