11.120 κτείνῃς ἠὲ δόλῳ ἀμφαδὸν ὀξέι χαλκῷ ,
11.121 ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν ,
11.122 εἰς κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
11.123 ἀνέρες , οὐδέ θʹ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν ·
11.124 οὐδʹ ἄρα τοί γʹ ἴσασι νέας φοινικοπαρῄους
11.125 οὐδʹ ἐυήρεʹ ἐρετμά , τά τε πτερὰ νηυσὶ πέλονται .
11.126 σῆμα δέ τοι ἐρέω μάλʹ ἀριφραδές , οὐδέ σε λήσει ·
11.127 ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
11.128 φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ ,
11.129 καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν ,
11.130 ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι ,
11.131 ἀρνειὸν ταῦρόν τε συῶν τʹ ἐπιβήτορα κάπρον ,
11.132 οἴκαδʹ ἀποστείχειν ἔρδειν θʹ ἱερᾶς ἑκατόμβας
11.133 ἀθανάτοισι θεοῖσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσι ,
11.134 πᾶσι μάλʹ ἑξείης . θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
11.135 ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται , ὅς κέ σε πέφνῃ
11.136 γήραι ὕπο λιπαρῷ ἀρημένον · ἀμφὶ δὲ λαοὶ
11.137 ὄλβιοι ἔσσονται . τὰ δέ τοι νημερτέα εἴρω .
11.138 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
11.139 Τειρεσίη , τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί .
11.140 ἀλλʹ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ·
11.141 μητρὸς τήνδʹ ὁρόω ψυχὴν κατατεθνηυίης ·
11.142 δʹ ἀκέουσʹ ἧσται σχεδὸν αἵματος , οὐδʹ ἑὸν υἱὸν
11.143 ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι .
11.144 εἰπέ , ἄναξ , πῶς κέν με ἀναγνοίη τὸν ἐόντα ;
11.145 ὣς ἐφάμην , δέ μʹ αὐτίκʹ ἀμειβόμενος προσέειπεν ·
11.146 ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω .
11.147 ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
11.148 αἵματος ἆσσον ἴμεν , δέ τοι νημερτὲς ἐνίψει ·