11.91 χρύσεον σκῆπτρον ἔχων , ἐμὲ δʹ ἔγνω καὶ προσέειπεν ·
11.92 διογενὲς Λαερτιάδη , πολυμήχανʹ Ὀδυσσεῦ ,
11.93 τίπτʹ αὖτʹ , δύστηνε , λιπὼν φάος ἠελίοιο
11.94 ἤλυθες , ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον ;
11.95 ἀλλʹ ἀποχάζεο βόθρου , ἄπισχε δὲ φάσγανον ὀξύ ,
11.96 αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω .
11.97 ὣς φάτʹ , ἐγὼ δʹ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
11.98 κουλεῷ ἐγκατέπηξʹ . δʹ ἐπεὶ πίεν αἷμα κελαινόν ,
11.99 καὶ τότε δή μʹ ἐπέεσσι προσηύδα μάντις ἀμύμων ·
11.100 νόστον δίζηαι μελιηδέα , φαίδιμʹ Ὀδυσσεῦ ·
11.101 τὸν δέ τοι ἀργαλέον θήσει θεός · οὐ γὰρ ὀίω
11.102 λήσειν ἐννοσίγαιον , τοι κότον ἔνθετο θυμῷ
11.103 χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας .
11.104 ἀλλʹ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε ,
11.105 αἴ κʹ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων ,
11.106 ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
11.107 Θρινακίῃ νήσῳ , προφυγὼν ἰοειδέα πόντον ,
11.108 βοσκομένας δʹ εὕρητε βόας καὶ ἴφια μῆλα
11.109 Ἠελίου , ὃς πάντʹ ἐφορᾷ καὶ πάντʹ ἐπακούει .
11.110 τὰς εἰ μέν κʹ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι ,
11.111 καί κεν ἔτʹ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε ·
11.112 εἰ δέ κε σίνηαι , τότε τοι τεκμαίρομʹ ὄλεθρον ,
11.113 νηί τε καὶ ἑτάροις . αὐτὸς δʹ εἴ πέρ κεν ἀλύξῃς ,
11.114 ὀψὲ κακῶς νεῖαι , ὀλέσας ἄπο πάντας ἑταίρους ,
11.115 νηὸς ἐπʹ ἀλλοτρίης · δήεις δʹ ἐν πήματα οἴκῳ ,
11.116 ἄνδρας ὑπερφιάλους , οἵ τοι βίοτον κατέδουσι
11.117 μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες .
11.118 ἀλλʹ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών ·
11.119 αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι