11.62 Κίρκης δʹ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
11.63 ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν ,
11.64 ἀλλὰ καταντικρὺ τέγεος πέσον · ἐκ δέ μοι αὐχὴν
11.65 ἀστραγάλων ἐάγη , ψυχὴ δʹ Ἄϊδόσδε κατῆλθε .
11.66 νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι , οὐ παρεόντων ,
11.67 πρός τʹ ἀλόχου καὶ πατρός , σʹ ἔτρεφε τυτθὸν ἐόντα ,
11.68 Τηλεμάχου θʹ , ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες ·
11.69 οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο
11.70 νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα ·
11.71 ἔνθα σʹ ἔπειτα , ἄναξ , κέλομαι μνήσασθαι ἐμεῖο .
11.72 μή μʹ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
11.73 νοσφισθείς , μή τοί τι θεῶν μήνιμα γένωμαι ,
11.74 ἀλλά με κακκῆαι σὺν τεύχεσιν , ἅσσα μοι ἔστιν ,
11.75 σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης ,
11.76 ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι .
11.77 ταῦτά τέ μοι τελέσαι πῆξαί τʹ ἐπὶ τύμβῳ ἐρετμόν ,
11.78 τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʹ ἐμοῖς ἑτάροισιν .
11.79 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
11.80 ταῦτά τοι , δύστηνε , τελευτήσω τε καὶ ἔρξω .
11.81 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
11.82 ἥμεθʹ , ἐγὼ μὲν ἄνευθεν ἐφʹ αἵματι φάσγανον ἴσχων ,
11.83 εἴδωλον δʹ ἑτέρωθεν ἑταίρου πόλλʹ ἀγόρευεν ·
11.84 ἦλθε δʹ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης ,
11.85 Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια ,
11.86 τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν .
11.87 τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ ·
11.88 ἀλλʹ οὐδʹ ὣς εἴων προτέρην , πυκινόν περ ἀχεύων ,
11.89 αἵματος ἆσσον ἴμεν , πρὶν Τειρεσίαο πυθέσθαι .
11.90 ἦλθε δʹ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο